no image
DDbDP-text
νι στρατηγῷ Ὀάσεως μεγάλης παρὰ Σύρου υἱοῦ Σεννήσιος καὶ Πο λυδεύκους ἀπελευθέρου Πετεχῶντος καὶ Πε τοσίριος ἐξωπυλειτῶν τῶν ἀπὸ Κύσεως. ἀντικαταστάσεως γενομένης ὑϕ’ ἡμῶν πρὸς Ταπαοῦτιν καὶ Ἰσιδώραν ἀδελϕὴν ἐπὶ τῶν ἀδελϕῶν περὶ μέρους νεκροταϕι κῆς τάξεως ἐν κώμῃ Πμουνψιν τῆς αὐτῆς Κύσεως ἣ μὲν ἦν ὑϕ’ ἡμῶν ἔτι ἀπὸ τοῦ ἔτους θεοῦ Γορδιανοῦ παρὰ Ψεννήσιος Ὥρου νεκροτάϕουνεκροτάϕω ἀπὸ Κύσεως καὶ σοῦ ἀκροασαμένου τοῦ πράγματος κα τὰ τὴν σὴν ἐπιείκειαν ἔκρινας ὥσ τε ἐσμὲν μέχρι δεῦρο ἐν τῇ νομῇ, ἡ δὲ τάξις πάλιν μένει ὡς ἔσχεν. ἐπεὶ οὖν ἡμεῖς ἐσμεν οἱ ἐν τῇ νομῇ καὶ τῆς τά ξεως τῆς αὐτῆς ἐπικρατοῦντες ἀϕ’ ὅτε παρεδεξάμεθα μέχρι δεῦρο, ἀξιοῦμεν νῦν σε γράψαι τοῖς τῆς κώμης Πμουνψιν οις ὅπως μηδεμίαν βίαν ἐάσωσι γενέσθαι ὑπὸ τῶν ἀντιτετα γμένων καὶ πρὸς τὸ δύνασθαι ἡμᾶς πάλιν τὸ ἴδιον ἔχειν ὡς καὶ μέχρι δεῦρο. ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φουλουίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουνίου Κυιήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Ἁθυρ ε. Σύρος καὶ Πολυδεύκης οἱ προκείμενοι ἐπιδε δώκαμεν. ἔγραψα ὑπὲρ αὐτῶν Αὐρήλιος Βασι λείδης ἐρωτηθείς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.