no image
DDbDP-text
Petition to the Praeses via HGV-meta
Linked by Trismegistos ID
TM 22634.
Each record below describes this same ancient text from a different angle.
Σατρίῳ Ἀρριανῷ τῷ διασημοτάτῳ ἡγεμόνι παρὰ Σύρου Πετεχῶντος νεωτέρου ἐξωπυλίτου ἀπὸ τοπαρχί ας Κύσεως τῆς Ἱβιτῶν πόλεως. ἠγαγόμην ἐμαυτῷ γυ ναῖκα ὁμόϕυλον Τσεκε τὴν ἐλευθέραν ἐξ ἐλευθέρων γονέων, ἐξ ἧς καὶ πεπαιδοποίημαι. ἐπὶ οὖν Ταβης θυγά τηρ Ἀμμωνίας ἐξωπυλῖτις καὶ Ψάις Λελωι ὁ ταύτης ἀνὴρ ἅμα Ψεννήσει καὶ Στράβωνι υἱοῖς αὐτῶν ἔργον ἀνάξι ον τῆς ἅπασι πρυτανευομένης παιδείας, ἴδιον δὲ τῆς ἀπο νοίας αὐτῶν ἐνεανίευσαν, καὶ τοὺς προκειμένους σύμ βιόν τε καὶ παῖδας ἐμοὺς εἰς τὴν ἑαυτῶν ἑστίαν καθεῖρξαν, δουλείανδουλίαν τοῖς ἐλευθέροις προσάπτον τες, ὧν ἅπαν μὲν τὸ γένος ἐλεύθερον, ἐλεύθεροι δὲ νῦν περίεισι συγγενεῖς καὶ ἀδελϕοί, ἐμὲ δὲ ὅτι ἀντεῖ πον συλλαβόντεςσυλλαβόνταις, ας πληγαῖς ᾐκίσαντο, ἀναγκαίως περὶ πολλῶν τὴν ὁρμὴν ποιούμενος πρὸς τὸ σὸν μεγαλεῖον, ἡγεμὼν δέσποτα, τάδε μαρ τύρομαι διαπεμϕθησόμενα τῷ σῷ μεγαλείῳ διὰ τοῦ ννιος τοῦ καὶ ἐπιδόντος, τοῦ βοηθοῦ αὐτοῦ ἐμοὶ ὑπ’ αὐτῶν αἰκιζομένῳ καὶ τυπτομένῳ, καὶ ἀξιῶ τοὺς μὲν προειρημένους μου παῖδας τῆς παρανό μου ϕυλακῆς ἀνεθῆναι, τοὺς δὲ ἀντιδίκους ἐϕ’ ἱκανοῖς ϕατίζοντας δύναμαι πρὸς αὐτοὺς θλιβομένουςθλειβομένους ν χρήσασθαι, τῆς ἐπὶ τοῦ ἀχράντου σου δικαστηρίου κρίσεως ἐπὶ σὲ ἤδη τὴν καταϕυγὴν ποι ούμενος ἀποδείξω τῶν δι’ ἐναντίας τήν τε κατ’ ἐμοῦ ἐπήριαν καὶ τοῦ γένους τὸν παράνομον ἀνδρα ποδισμόν. διευτύχει. ἔτους ιε καὶ ἔτους γ καὶ ἔτους α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιϕανεστάτων Καισάρων Φαμενωθ. Σύρος Πετεχῶντος νεωτέρου ἐξωπυ λίτης ὁ προκείμενος ἐπιδέδωκα. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος ΕειοςΕὐσέβειος ὁ καὶ ς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.