no image
DDbDP-text
Sale of a Half-Share of a Donkey via HGV-meta
Linked by Trismegistos ID
TM 23259.
Each record below describes this same ancient text from a different angle.
Ψενανοῦϕις Στράβωνος ἐξωπυλίτης ἀπὸ τοπαρ χίας Κύσεως τῆς Ἱβιτῶν πόλεως Σύρῳ Πετεχῶν τος νεωτέρου ἐξωπυλίτῃ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν μέχρι παν τὸς τὴν ἡμίσειανἡμίσιαν τῆς ὑπαρχούσης μοι ὄνου λευ κῆς οὔσης, ἐχούσης σημεῖον ἐπὶ τοῦ τραχή λου αὐτῆς, τιμῆς τῆς συμπεϕωνημένης πρὸς σὲ ἀργυρίου Σεβαστῶν καινοῦ νομίσμα τος ἐν νούμμοις τάλαντα δύο καὶ δραχμὰς τρισχειλίας, γίνονται τάλαντα β δραχμαὶ Γ, καὶ ἐὰν μὲν βλάβος τι ποιήσῃ, ἡμεῖς ἀμϕότεροι, ἐὰν δέ, ὃ μὴ εἴη, δει νόν τι πάθῃ, πάλιν ἀμϕότεροι, καὶ ὁμολογῶ μή μοι ἀποστῆναι ἀπὸ τῆς ὄνου μηδὲ σοὶ ἀποσπᾶν με ἀπ’ αὐτῆς α ἐξεῖναι, ἀμϕοτέρους δὲ κυ ριεύειν καὶ δεσπόζειν καὶ ἐξ ἴσου τῆς ὄνου διὰ τὸ ἐπὶ τούτοις ἡμᾶς ἀλλήλοις συνομολογῆσαι. ἡ πρᾶσις αὕτη ἁπλῆ γραϕεῖσα μετὰ τῆς συγ καταθέσεωςσυνκαταθέσεώςμου κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιε καὶ ἔτους γ καὶ ἔτους α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιϕανεστάτων Καισάρων, Φαμενωθ . Ψενανοῦϕις Στράβωνος ἐξωπυλίτης ὁ προκείμενος πέπρακα τὴν ἡμισείανἡμισίαν τῆς ὄνου μου καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ἀμμώνιος Ἀμμωνίου ἀξιωθείς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.