no image
DDbDP-text
Darlehensschuldschein (Novation) via HGV-meta
Linked by Trismegistos ID
TM 11381.
Each record below describes this same ancient text from a different angle.
Μενχῆς Μενχέως Λιτβήους τῶν ἀπὸ κώμης Κερκεύρεως ἱερεὺς Ἴσιδος ευρς θεᾶς μεγίστης κληρονόμοις Ἀπολλωνίου Ἀσκληπιάδου Νεοκοσμίοις τοῖς καὶ Ζηνείοις διὰ Εὐδαίμονος φροντιστοῦ χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἀπὸ τι μῆς πυροῦ ἀργυρίου Σεβαστοῦ νομίσ ματος δραχμὰς δεκαοκτώ γίνονται δραχμαὶ ιη, ἃς καὶ ἀποδώσω σοι ἄνευ πάσης ὑπερθέσεως ἕως Παῦνι μηνὸς τοῦ ἐνεστῶτος τετάρτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. Σαραπίων Ἀνουβίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδό τος γράμματα. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι κα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.