no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9054.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Καλβεισίῳ Μαξίμῳ ἑκατοντάρχῃ παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως ἱερέως καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. ἔχω τόπον ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μου Αὐρηλίου Τεσενούφεως γυναικὸς ἐν ἐποικίῳ Πισᾶϊ λεγομένῳ τῆς Θεμίστου μερίδος, ἐν ᾧ ἐσ τίν μου τὰ εἰς διατροφὴν ἀποκείμενα σιτάριασειτάρια. πρώην οὖν εἰς τὸν τόπον εἰσελθόν των τῶν οἰκείων μου διὰ τὸ ἐμὲ ἐν Ἀλε ξανδρείᾳ εἶναι, ἐφευρέθη τὰ σιτάριασειτάρια κεκουφισμένα, ἡ δὲ αἰτία τῆς κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴου ὄντος ἐκ τοῦ ποδώματος διατρηθέντος τὴν κακουργί αν γεγονέναι. διελεγχόμενοι δὲ οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ αὐτῶν ἐπηρείας τοῦ το γεγένηται ὑπέσχοντο διά τε τοῦ τῆς κώμης ἀρχεφόδου καὶ διὰ ἄλλων δώσειν εἰς τὸν λόγον τῆς κλοπῆς πυροῦ ἀρτάβας ἑπτά . ἀλλʼ ἐπεὶ τῇ μὲν ὑποσχέσει συν έθεντο, τῇ δὲ ἀποδόσει μέχρι νῦν οὐχ ὑ πήντησαν, ἀναγκαίως τὴν ἐπὶ σὲ καταφυ γὴν ποιοῦμαι καὶ ἀξιῶ ἀχθῆναι τοὺς ἐν καλουμένους Πανοῦφιν Στοτοήτεως καὶ Πακῦσιν Καννεῖτος πρὸς τὸ ἐκ τῆς σῆς ἐξουσίας δυνηθῆναί με ἀντὶ πλειόνωντῶν ὄνων τῶν κλαπέντωνκλεπέντων τὰς σταθείσας μοιμου πυροῦ ἀρτάβας ἑπτὰ ἀπολαβεῖν. διευτύχει. ΑὐρήλιοςΑὐρηλιου Πακῦσις ἐπιδέδωκαἐπιδέδοκα ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρεντανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαρμοῦθι ιβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.