no image
DDbDP-text
Eingabe an einen centurio via HGV-meta
Linked by Trismegistos ID
TM 11842.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Καλβεισίῳ Μαξίμῳ ἑκατοντάρχῃ παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως ἱερέως καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. ἔχω τόπον ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μου Αὐρηλίου Τεσενούφεως γυναικὸς ἐν ἐποικίῳ Πισᾶι λεγομένῳ τῆς Θεμίστου μερίδος ἐν ᾧ ἐστίν μου τὰ εἰς διατροφὴν ἀποκείμενα σιτά ριασειτάρια. πρώην οὖν εἰς τὸν τόπον εἰσελθόν των τῶν οἰκείων μου διὰ τὸ ἐμὲ ἐν Ἀ λεξανδρείᾳ εἶναι οὐχ εὑρέθη τὰ σι τάριασειτάρια κεκουφισμένα. ἡ δὲ αἰτία τῆς κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴου ὄν τος ἐκ τοῦ ποδώματος διατρηθέντος τὴν κακουργίαν γεγονέναι. διελεγχό μενοι δὲ οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ αὐτῶν ἐπηρείας τοῦτο γεγένηται ὑπέσχοντο διά τε τοῦ τῆς κώμης ἀρχεφόδου καὶ διὰ ἄλλων δώσειν εἰς τὸν λόγον τῆς κλοπῆς πυροῦ ἀρτά βας ἑπτά · ἀλλʼ ἐπεὶ τῇ μὲν ὑποσχέσει συνέθεντοσυνεθετο, τῇ δὲ ἀποδόσει μέχρι νῦν οὐχ ὑπήντησαν, ἀναγκαίως τὴν ἐπὶ σὲ καταφυγὴν ποιοῦμαι καὶ ἀξιῶ ἀχθῆ ναι τοὺς ἐγκαλουμένουςἐνκαλουμένους Πανοῦφιν Στο τοήτεως καὶ Πακῦσιν Κάννειτος πρὸς τὸ ἐκ τῆς σῆς ἐξουσίας δυνηθῆναί με ἀντὶ πλειόνων τῶν κλαπέντωνκλεπέντων τὰς στα θείσας μοι πυροῦ ἀρτάβας ἑπτὰ ἀπο λαβεῖν. διευτύχει. ΑὐρήλιοςΑὐρηλιου Πακῦσις ἐπιδέδωκαἐπιδέδοκα. ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρετανικοῦ Μετίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Φαρμοῦθι ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.