no image
DDbDP-text
Petition to a Praeses Herculiae via HGV-meta
Linked by Trismegistos ID
TM 15395.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Ἀντωνίῳ τῷ διασημοτάτῳ ἡγουμένῳ Αἰγύπτου Ἡρκουλείας παρὰ Αὐρηλίου Μάλχου Ἐιωνάθου ἀπὸ ὁρίων Ἐλευθεροπόλεως τῆς Νέας Ἀραβείας. ἠγγυησάμηνἐνεγυησάμην, κύριε, Σαειβᾶν ἀπὸ Σκηνῶν τῶν ἐκτὸς Γέρρους παρὰ Διδύμῳ Περδίκα ἀπὸ Βουβάσθου ἀργύρια, ἀλλά, ὡς τὴν ἀπόδοσιν οὐκ ἐποιεῖτο ἐκεῖνος, ἐπεσχέθη ὑπὸ τοῦ Διδύμου οἰνικός μου κέραμος, ὃς καὶ παραμείνας ἐπὶἐπεὶ πολὺν χρόνον ἐν τῇ ἐποχῇ εἰς φαυλότητα μετὰ ταῦτα ἐτράπηἐτραπην καὶ ζημίαςζημείας αἴτιός μοι γέγονεν. ὑπὸ γὰρ σφραγῖδαςσφραγεῖδας αὐτοῦ ἐτύγχα νεν καὶ τὴν κλεῖν εἶχεν παρʼ ἑαυτῷ καί μοι τότε ἐπειγομένῳ ἀποδοῦναι τὰ ἀργύρια καὶ δέξασθαι τὰ ἐμαυτοῦ, τοῦτο ποιεῖν οὐ συνεχώρει. ἐπεὶ τοίνυν δίκαιόν ἐστιν περισωθῆναί μοι τὸν οἶνον τὸν ἀπολωλότα, ἀξιῶ δοῦναί μοι δικαστὴν κατʼ αὐ τοῦ ὃν ἐὰν τὸ μεγαλεῖόν σου δοκιμάσῃδοκειμάσῃ. διευτύχειδιευχ. Αὐρήλιος Μάλχος ἐπιδέδωκα. Αὐρήλιος ος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.