no image
DDbDP-text
Petition to a Defensor via HGV-meta
Linked by Trismegistos ID
TM 35603.
Each record below describes this same ancient text from a different angle.
Φλαουίῳ Ἀπίωνι τῷ ἐλλογιμωτάτῳ ἐκδίκῳ τῆς Ὀξυρυγχιτῶν παρὰ Ἰωσὴφ ἀπὸ τῆς αὐτῆς. Ἀναστάσιος ὁ δημόσιος ζυγοστάτης περιὼν ὑπεδέξατο παρʼ ἐμοῦ φανερὸν χρυσίον ἐπὶ τῷ ται, καὶ τοῦτο παραδοὺς ἐδεξά μην τὴν αὐτοῦ σφραγῖδα, καὶ μεθʼ ὁλκῆς ταύτην λύσας ὁ προειρημένος ζυγοστάτης παραπέφανκεν κεράτια πεντήκοντα δύο , ὡς καὶ μαρτυροῦσιν ὁ τούτου υἱὸς καὶ μίσθιος περὶ τούτου. καὶ ὑπομνησ θεὶς παρʼ ἐμοῦ ἐπηγγείλατο ταῦτα καταβαλεῖν, καὶ ἄφνω τέλει τοῦ βίου ἐχρήσατο πρὸ τῆς τούτων καταβολῆς. τοῦτον οὖν ἐπιδιδοὺς τὸν λίβελλον τῇ σῇ παιδεύσει παρακαλῶ ἀνάγκην ἐκδεχόμενος, λέγω δὴ τὸν τούτου υἱὸν κελεῦσαι ἐν τῷ ἀσφαλεῖ καταστῆσαι μέχρι ἂν τὴν ἀποκατάστασιν μοι θέλῃ ποιήσασθαι τῶν αὐτῶν πεντήκοντα δύο κερατίων, λογιώτατε ἔκδικε κύριε. Αὐρήλιος Ἰωσὴφ ἐπιδέδωκα. μετὰ τὴν ὑπατείαν Φλαουίου εηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.