no image
DDbDP-text
Bodenpachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 18112.
Each record below describes this same ancient text from a different angle.
των αυ περὶ κώμην κλήρου ἀρούρας ἐν αἷς ἐστιν τροχὸς καὶ φρέαρ πέντε καὶ ὥστε τοὺς μεμισθωμένους σπεῖραι καὶ ξυ λαμῆσαι κατʼ ἔτος τὸ μὲν ἥμισυ μέρος τὸ δὲ ἕτερον ἥμισυ μέρος οἷς ἐὰν αἱρῶνται γένεσιν χωρὶς ἰσάτεως καὶ ὀχο μενίου, φόρου κατʼ ἔτος τῶν ὅλων ἀρουρῶν καὶ οἰκίας πυροῦ ἀρταβῶν τεσσεράκοντα ἀργυρίου δραχμῶν ἐννακοσίων τριάκοντα δύο · ἀκίν δυνος ὁ φόρος κατʼ ἔτος παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων κα τʼ ἔτος πρὸς τοὺς μεμισθωκότας· βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδώσομενἀποδώσωμεν τὸν ἀργυρικὸν φόρον κατʼ ἔτος μησὶν Ἐπεὶφ Μεσορή, τὸν δὲ πυρὸν μετρήσομενμετρήσωμεν εἰς δημόσιον καὶ θέμα καθαρὸν ἀναδώσομενἀναδώσωμεν ὑπὸ τὴν πρώτην μέτρησιν τῷ Ἐπεὶφ μηνί· ἐὰν δέ τις τῷ ἑξῆς ἔτει ἄβροχος γένηται παρα δεχθήσεται τοῖς μεμισθωμένοις ἐπὶ τῷ τοὺς μεμισθωκόταςμεμισθωωκότας ἀναβαλεῖνἀναβαλῖν ἡμῖν κατʼ ἔτος ἐξηρτισμένην πάσῃ ξυλικῇ καὶ σιδηρᾷ καταρτίᾳ χωρὶς ἐνοικίου. ἐὰν δέ τι τῶν τῆς μηχανῆς κατεαγῇ ἢ παλαιωθῇ τὸ ἴσον δώσουσι οἱ γεοῦχοι καὶ ἡ πρᾶξις αὐτοῖς ἔστω ἔκ τε τῶν μεμισθω μένων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. κυρία ἡ μίσθωσις. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Με γίστου. ΦαῶφιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.