no image
DDbDP-text
Kaufvertrag über eine Sklavin via HGV-meta
Linked by Trismegistos ID
TM 18109.
Each record below describes this same ancient text from a different angle.
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Τῦβι πέμπτῃπέμτῃ καὶ εἰκάδι ἐν Νείλου πόλει τῇ μητροπόλει. ὁμολογεῖ Αὐρήλιος Κεφάλων Σεμθέως μητρὸς Διονυσαρίου ἀπὸ Νείλου πόλεως ὡς ἐτῶν πεντήκοντα δύο ἄσημος πεπρακέναι κατὰ τήνδε τὴν ὁμολογίαν Αὐρηλίῳ Ἀπίωνι Χαιρᾶ μητρὸς Μεθυσίου γυμνασιαρχήσαντι ἀρχιερατεύσαντι τῶν κυρίων Σεβαστῶν τῆς αὐτῆς πόλεως ἀπὸ τῶν κατηντηκότων εἰς αὐτὸν ἀπὸ κληρονομίας τοῦ ὁμογνη σίου αὐτοῦ ἀδελφοῦ Αὐρηλίου Κολλούθου δούλην ὀνό ματι Σωτηρίδα ὡς ἐτῶν ἐννέα ἄσημον τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσματος δραχμῶν χιλίωνχιλείων ἑξακοσίων ἃς καὶ αὐτόθι προσομολογεῖ ὁ Κεφάλων ἀπεσχηκέναι παρὰ τοῦ Ἀπίωνος πλήρεις ἀριθμοῦ δραχμὰς Αχ τρος το απο του καὶ παρέξεσθαι τὴν δούλην Σωτηρίδα ταύτην τοιαύτην ἀναπόριφοναναπορριφον χωρὶς ἱερᾶς νόσου καὶ ἐπαφῆς. κυριεύειν οὖν καὶ ἐγκρατεῖν καὶ διοικεῖν αὐτῆς τὸν Ἀπίωνα καὶ ἐπιτελεῖν περὶ αὐτῆς ὃν ἐὰν αἱρῆται τρόπον, ἐξουσίας οὐκέτι οὔσης τῷ Κεφάλωνι μηδʼ ἄλλῳ ὑπὲρ αὐτοῦ ἐπελεύσεσθαι ἐφʼ ἣν πέπρακεν Ἀπίωνι δούλην ΣωτηρίδαΣωτηρίδαν ἀνακριθεῖσαν ὑπὸ τοῦ νομοῦ βασιλικοῦ γραμματέως διαδεχομένου τὴν στρατηγί αν Αὐρηλίου Ὠριγένους τῇ προκειμένῃ ἡμέρᾳ, ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον ταύτης ἢ μέρους χάριν ἐπάναγκον ἀποστήσειν αὐτὸν Κεφάλωνα παραχρῆμα τοῖς ἰδίοις ἑαυτοῦ ἀναλώμασι βεβαιοῦντα πάσῃ βεβαιώσει. ἡ πρᾶσις κυρία. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὁ Κεφάλων ὡμολόγησε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.