no image
DDbDP-text
Mutuo di danaro via HGV-meta
Linked by Trismegistos ID
TM 11893.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς ἐν Θεα δελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἰσχυρᾶς Ἰσχυρίωνος τοῦ ἀπʼ ἀμφόδου Σεκνεβτυνείου ὡς ἐτῶν εἴκοσι ἓξ οὐλὴοὐληι ποδὸς ἀριστεροῦ, Ἑρμοφίλῳ τοῦ Ἑρμο φίλου ὡς ἐτῶν ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς ἃς καὶ ἀποδώσειν τὸν ὁμολογοῦντα τῶι Ἑρμοφίλωι ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἕκτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας· εἰ δὲ μὴ ἀποδώσει καθʼ ἃ γέγραπται ἀποτεισάτωἀποτισάτω παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων γεινομένης τῶι δὲ Ἑρμοφίλῳ τῆς πράξεως ἔκ τε τοῦ Ἰσχυρᾶτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης· ἡ δὲ γραφὴ κυρία δάνειονδάνιον Ἰσχυρᾶτος παρὰ Ἑρμοφίλου ἀργυρίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.