no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 15642.
Each record below describes this same ancient text from a different angle.
ἔτους δευτέρου Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴι τριακάς, ἐν κώμῃ Σιναρὺ τῆς κάτωκάτωι το παρχίας τοῦ Ὀξυρυγχείτου. ἐδάνεισεν Ἰσχυρίων Διονυσίου Ἑρμογένει Ἑρμογένους τοῦ Δημη τρίου νεωτέρωι καὶ Ἑρμίᾳ Ζηνοδώρου νε ωτέρωι ἀμφοτέροις Πέρσαις τῆς ἐπιγονῆς ἐν ἀγυιᾷ ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσ ματος δραχμὰς ἑκατὸν ὀκτὼὀκτὼι κεφαλαίου αἷς οὐδὲν τῶι καθόλου προσῆκται. ἀποδότωσαν δὲ οἱ δεδανεισμένοι τῶι Ἰσχυρίωνι τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼὀκτὼι τῇ τριακάδι τοῦ Χοίαχ τοῦ εἰσιόντος τρίτου ἔτους Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ. ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι τῶι Ἰσχυρίωνι τὸ μὲν δά νειον μεθʼ ἡμιολίας, τοὺς δὲ τόκους τοῦ ὑ περπεσόντος χρόνου τοὺς καθήκοντας, ἐγγύων ἀλλήλων εἰς ἔκτισιν ὄντων, τῆς πράξεως οὔσης τῶι Ἰσχυρίωνι ἔκ τε αὐτῶν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης, μὴ ἐλαττουμένῳ περὶ ὧν ἄλλων ὀφείλει Ἑρμίας ἢ Ἰσχυρίωνι ἢ τῇ γυ ναικὶ αὐτοῦ καθʼ ἑτέραν ἀσφάλειαν. κυρία ἡ συγγραφήσυνγραφηι. Ἑρμογένης Ἑρμογένους καὶ Ἑρμίας Ζηνοδώρου νεώτερος δεδανείσμεθαδεδανίσμεθα τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼὀκτὼι κεφαλαίου καὶ ἀποδώσομεν διʼ ἐνγύων ἀλλήλων καθότι πρόκειται. Ἑρμίας Ζηνοδώρου νεώτερος καὶ Ἑρμογένης νεώτερος δεδανείσμεθα τὰς τοῦ αρ ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼὀκτὼι κεφαλαίου καὶ ἀποδώσομεν διʼ ἐνγύων ἀλλήλωνἀλλων καθότι πρόκειται, κατὰ μηδὲν ἐλαττουμένου σουμου ἐν οἷς ἄλλοις ὀφείλω σοι καθʼ ἑτέραν ἀσφάλειανἀσφάλιαν. Ἰσχυρίων Διονυσίου δεδάνεικαδεδάνικα καθότι πρόκειται. ἔτους δευτέρου Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴι τριακὰς. διὰ Ἀχιλλέως τοῦ πρὸς τῶι γραφείῳγραφίωι κώμης Σιναρὺι καὶ ἑτέρων τόπων κεχρημάτισται. ἔτους β Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴ λ. δραχμῶν ρη. Ἰσχυρίωνος τοῦ Διονυσίου πρὸς Ἑρμογένην καὶ Ἑρμίαν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.