no image
DDbDP-text
Denuncia di proprietà via HGV-meta
Linked by Trismegistos ID
TM 21278.
Each record below describes this same ancient text from a different angle.
βιβλιοφύλαξι ἐγκτήσεων Ἑρμοπολίτου παρὰ Ὥρου τοῦ Ἁρπαήσιος μητρὸς Ταφίβιος τῶν ἀπὸ Ἀλαβάστρων πόλεως τῆς Ἀραβίας κάτω. ἀπογράφομαι κατὰ τὰ κελευσθέντακατελευσθέντα ὑπὸ τοῦ κρα τίστου ἡγεμόνος Ῥαμμίου Μαρτιάλις εἰς τὸ ἐνεστὸς β ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὃ ἠγόρασα κατὰ δημόσιον χρη ματισμὸν ἐπὶ τοῦ ιϛ ἔτους θεοῦ Τραιανοῦ παρὰ Ἀράθου τοῦ Ἐπιμάχου καὶ ηπαίτος Πουώριος καὶ Ψενμούιτος Παληοῦτος τῆς αὐτῆς Ἀλαβάστρων δ μέρος οἰκίας καὶ αὐλῆς ἐν τῆι αὐτῇ Ἀλαβάστρων, καὶ ἀπὸ κληρονομίας τοῦ πα τρός μου η μέρος ἑτέρας οἰκίας καὶ 𐅵 μέρος ἑτέρας οἰκίας καὶ η μέρος ἑτέρας οἰκίας, πάντων ὄντων ἐν τῆι αὐτῇ Ἀλαβάστρων, καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην οὕτως ἔχειν καὶ μηδὲν διεψεῦσθαι, ἢ ἔνοχος εἴην τῶι ὄρκωι. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ χSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.