no image
DDbDP-text
Zensusdeklaration via HGV-meta
Linked by Trismegistos ID
TM 219343.
Each record below describes this same ancient text from a different angle.
Δημητρίωι στρατηγῷ καὶ οἷς ἄλλοις καθήκει παρὰ Σαραπίωνος Ὀν νώφριος τοῦ Σαραπίωνος μητρὸς Ταναρωοῦτος Σαραπίω νος τῶν ἀπ’ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Ῥαμ μίου Μαρτιάλιος τοῦ κρα τίστου ἡγεμόνος ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος β ἔτους Ἁδριανοῦ Καίσαρος ἀπογραφὴν τὰ ὑπάρχοντά μοι καὶ τῇ ὁμογνησίᾳ μου ἀδελφῇ Ταορσεῦτι ἐπὶ ἀμφόδου δρόμου μέρη επ ου καὶ σι Χηνοβοσκῶν καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἐξ ὑγιοῦς καὶ ἐπ’ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μήτ’ ἐπίξενον μήτε Ῥωμαῖον μήτ’ Ἀλεξανδρέα μήτ’ ἀπελεύθερον μήτ’ Αἰγύπτιον μη δ’ ἄλλον μηδένα οἰκεῖν ἢ ἀπογράφεσθαι ἔξω τῶν προγεγραμμένων ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους γ Αὐτοκράτορος Καί σαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν ζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.