no image
DDbDP-text
Kat’ oikian apographai du dossier d’Apollonios le stratège via HGV-meta
Linked by Trismegistos ID
TM 18222.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ Ἁρποκρατίωνος Διοσκόρου τοῦ Ἁρμάιτος Σενορσενούφιος τῆς Ψενανούφιος τῶν ἀπὸ Τανυάθεως. ἀπο γράφομαι εἰς τὴν τοῦ β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπο γραφὴν κατὰ τὰ κελευσθέντα ὑπὸ Ῥαμμίου Μαρτιᾶλις τοῦ κρατίστου ἡγεμόνος εἰς οἰκίαν καὶ ψιλὸν τόπον Σενοννώφριος Ἁρποκρατίωνος καὶ ἀδελφῶν ἐν τῆι ἀπὸ νότου λαύραι Τανυάθεως ἐμαυτὸν γραμματέα ἐτῶν ο οὐλὴ κνημίῳ ποδὸς ἀριστέρου, Διόσκορος υἱὸς μητρὸς Σενπαχούμιος τῆς Ἀνόμπεως ἄσημος ἰατρὸς ἐτῶν ιζ, Σενπαχοῦμις Ἀνόμπεως γυνὴ Ἁρποκρατίωνος ἐτῶν λθ, Ταζβῆς νεωτέρα θυγάτηρ ἐτῶν ιε. καὶ ὀμνύωὀμνύωι τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην ἐξ ὑ γιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μηδένα παρεικέναι ἀναπόγραφον ἢ ἔνοχος εἴην τῶι ὅρκωι. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν κ. Ἁρποκρατίων Διοσκόρου ἐπιδέδωκα τὴν ἀπογραφὴν ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.