no image
DDbDP-text
Demande de παράθεσις via HGV-meta
Linked by Trismegistos ID
TM 11296.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαξιμίνου τοῦ ἐπιφανεστάτου Καίσαρος ἀντίγραφον παρὰ Αὐρηλίας Ταπαϊτος Πατερμουθίου μητρὸς Ταισᾶτος ἀπὸ κώμης Φιλαδελφίας τῆς Ἡρακλείδου μερίδος· ἠγόρασα κατὰ δημόσιον χρηματισμὸν γεγονότα ἐνθάδε ἐν Ἀρσινοίτῃ τῇ ἐνεστώ σῃ ἡμέρᾳ ἐν τῇ αὐτῇ κώμῃ Φιλαδελφίᾳ οἰκίδιον μικρὸν μονόστεγον καὶ αὐλὴν τιμῆς ἀργυρίου ταλάντου ἑνὸς καὶ δραχμῶν ἐνακοσίων ? παρὰ Αὐρηλίων Γούνθου καὶ Αταρι χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ καὶ μετὰ κυρίου τοῦ ἀνδρὸς αὐτὴς Αὐρηλίου Νεμεσίωνος Ἰουλίου μητρὸς Θεοδώρας καὶ Ταύητος καὶ Σαμβαθοῦτος ἀφηλίκωνἀφηλιξ τῶναι δύο μετὰ κυρίου τοῦ προκιμένου αὐτῶν ἀδελφοῦ Αὐρηλίου Γούνθου τῶν πέντε τέκνων Παπνου θίου μητρὸς Τανίλλας τῶν πάντων ἀπὸ κώμης Α τῆς Ἡρακλείδου μερίδος μὴ ἀπο γεγραμμένων· διὸ ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἴσῳ τοῦ χρηματισμοῦ τῆς πράσεως· ὁπόταν γὰρ τὴν ἀπογραφὴν αὐτοῦ ποιῶμαι ἀποδείξω ὡς ὑπάρχει καὶ ἔστι καθαρὸνκθαρὸν μηδένι κρατούμενον, εἰ δὲ φανείη ἑτέρῳ προσῆκον ἢ προκατεσχημένον τὸ οἰκίδιον διὰ τοῦ βιβλιοφυλακίου μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.