no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 12065.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιοι Ἥρων Πτολεμαίου μετʼ ἐγγύου εἰς ἔκτισιν τοῦ ὁμογνησίου αὐτοῦ ἀδελφοῦ Αὐρηλίου Ἰσιδώρου καὶ Ἀπφῦς Παννῆτος μετʼ ἐγγύου ὁμοίως εἰς ἔκτισιν Αὐρηλίου Ἀπίωνος καὶ Ἀμμωνᾶς Παπεεῖ μετʼ ἐγγύου ὁμοίως εἰς ἔκτισιν Αὐρηλίου Παλήμονος Παλινίου καὶ Παννοῦς Τιμοθέου μετʼ ἐγγύου ὁμοίως εἰς ἔκτισιν Αὐρηλίου Ἡρακλήου ερου οἱ τέσσαρες ἀπὸ κώμης Καρανίδος σιτολόγοι τῆς αὐτῆς κώμης γενήματος τῆς τετάρτης ἰνδικτίονος Αὐρηλίοις Πτολεμαίῳ Πτολλαρίωνος καὶ Ἀπολιναρίῳ Παειάνου ἀμφοτέροις ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος ἀποδέκταις ὅρμου Λευκογείου χαίρειν. ὁμολογοῦμεν κατὰ τόδε τὸ χειρόγραφον ἔχειν παρʼ ὑμῶν ἐν χρήσει πυροῦ ἀρτάβας τετρακοσίας δεκαεπτά, πυροῦ ἀρτάβας υιζ, μέτρῳ δημοσίῳ μοδίῳ ἅσπερ τοῦ πυροῦ ἀρτάβας τετρακοσίας δεκαεπτὰ ἐπάναγκον ἀποδώσω μεν ἐξ ἀλληλεγγύης τῇ ἑξῆς κη τοῦ παρόντος μηνὸς Φαῶφι ἐν τῷ ὅρμῳ Λευκογείῳ ἄνευ πάσης ὑπερθέσεως ἐπὶ δὲ τῆς ἀπαιτήσεως γενέσθαι ὑμῖν τὴν πρᾶξιν ἐξ ἡμῶν καὶ ἐκ τῶν προκειμένων ἡμῶν ἐγγυητῶν καὶ ἐξ οὗ ἡμῶν ἐὰν αἱρῆσθε καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἀπφῦς καὶ ὁ ἐνγυητὴς ις καὶ Ἥρων καὶ ὁ ἐνγυητὴς Ἰσίδωρος καὶ Ἀμμωνᾶς καὶ ὁ ἐνγυητὴς Παλήμον ὁμολογοῦμεν ἔχεινἔχιν ἅμα τῷ προκειμένῳπροκιμενον ἡμῶνἡμο͂ν κοινωνῷ Παννοῦ τὰς τοῦ πυροῦ ἀρτάβας τετρακοσίας δεκαεπτὰ καὶ ἀποδώσομεν ἐξ ἀλληλεγγύηςἀλληλυλεγγύης τῇ προθεσμίᾳ ὡς πρόκιται. Ἀπφῦς Παννῆτος ἔγραψα καὶ ὑπὲρ τῶν λοιπῶνλυπῶν ἀγραμμάτων. Αὐρήλιοι Παννῆς μετʼ ἐγγύου Ἡρακλήου ὁμολογῶ ἔχειν ἅμα τοῖς προκιμένοις μου κοινωνοῖςκυνονοῖς τὰς τοῦ πυροῦ ἀρτάβας τετρακοσίας δεκαεπτὰ καὶ ἀποδώσωμεν ἐξ ἀλ ληλεγγύηςἀλληλεγγύηης τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Ἰσίων Παήσιος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ὑπατίας Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων Φαῶφι κβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.