no image
DDbDP-text
Contratto per trasporto di grano ad Alessandria via HGV-meta
Linked by Trismegistos ID
TM 23579.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Γρατιανοῦ τὸ ε καὶ Θεοδοσίου τὸ α τῶν αἰωνίων Αὐγούστων Αὐρηλίοις Διοσκόρῳ Ἀμμωνίωνος καὶ Φιλάμμωνι Ἑρμοῦ βουλευταῖς Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ἐπιμεληταῖς σίτου Ἀλεξανδρείας κανόνος τῆςτῆς ἐνεστώσης ἐνάτης ἰνδικτίονος βορινῆς μερίδος παρὰ Αὐρηλίου Χαιρήμονος διʼ ἐμοῦ τοῦ πατρὸς Φοιβάμμωνος μητρὸς Θατρῆτος ὡς ἐτῶν ξ οὐλὴ δακτύλῳ μέσῳ ἀριστερᾶς χειρὸς ἀπὸ κώμης Κιρκᾶ ναυκληροκυβερνήτου πλοίου ἰδίου. ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐράνιον τυχὴν τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου τῶν αἰωνίων Αὐγούστων παρειληφέναι καὶ νῦν ἐκ τοῦ νομοῦ ἙρμοπολίτουἙρμουπολείτου καὶ ἐμβεβλῆσθαι εἰς τὸ ἐμὸν πλοῖον ἀπὸ κανόνος τῆς αὐτῆς ἐνάτης ἰνδικτίονος σίτου καθαροῦ ἀρτάβας χιλίας δεκαὲξ πρὸς ταῖς ἄλλαις αἷς ὑπεδεξάμην σίτου καθαροῦ, ἀρτάβαις τετρακοσίαις τεσσεράκοντατεσσαρακοντα ἑπτὰ ὡς εἶναι ἐπὶ τὸ αὐτὸ σίτου καθαροῦ ἀρτάβας χιλίας τετρακοσίας ἑξήκοντα τρεῖς, γίνονται σίτου ἀρτάβαι Αυξγ, ἅσπερ ἀποίσω εἰς τὴν λαμπροτάτην Ἀλεξάν δρειαν καὶ παραδώσω ἐν τοῖς ὁρρίοιςὁρίοις τῆς Νέας πόλεως καὶ τῆς παραδόσεως ἐποίσω εἰς ὄνομα ὑμῶν τὰ συνήθη ἄπο χα γράμματα ἀπὸ τοῦ ἀννωνεπάρχου ἐκ πλήρους. αὐτόθι δὲ ἐπληρώθην τῶν ναύλων καὶ τῶν κουμούλων καὶ τῶν σακκο φορικῶν μισθῶν εἰς τὸ μηδὲν ζητεῖσθαι πρὸς ὑμᾶς περὶ τού του τοῦ σίτου περὶ μηδενὸς ἁπαξαπλῶς καὶ μηδὲν διεψεύ σθην ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαῶφι ιδ. Αὐρήλιος Χαιρήμων διʼ ἐμοῦ τοῦ πατρὸς Φοιβάμμωνος παρέλαβον ἐπὶ τὸ αὐτὸ τὰς τοῦ σίτου ἀρτάβας χιλίας τετρακοσίας ἑξήκοντα τρεῖςτρῖς καὶ ἀποίσωἀποίσο καὶ παραδώσω ὡςὁς πρόκειται καὶ ἀπέλυσα καὶ ταύτην τὴν ὁμολογίαν. Αὐρήλιος Σερῆνος ἀπὸ Κιρκᾶ ναυκληροκυβερνήτης ἔγραψα ὑπὲρ αὐτοῦ παρόντοςΦοιβάμμωνος γράμματα μὴ εἰδότοςεἰτότος. διʼ ἐμοῦ Ἐπωνύχου ἐγράφη τὸ γραμμάτιον τῆς ὁμολογίαςεγραφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.