no image
DDbDP-text
Private Letter via APIS-papyrus
Linked by Trismegistos ID
TM 27103.
Each record below describes this same ancient text from a different angle.
Σαβεῖνος ναρίῳ τῇ μη τρὶ καὶ Δημητροῦτι ἀμφοτέραιςἀμφοτέρες χαίρειν. γινώσκεινγεινώσκειν ὑμᾶς θέλω ὅτι ἐξ ἧς εἰς Ἀλεξάνδρειαν κα τέπλευσα τὰς πλείους ἡμέρας ἀχρηματίστους εὗρον καὶ μέχρι τῆς σήμερον παρηλκύσ θην τοῦ ἀγῶνος ἕνεκα. ἔτυχεν δὲ καὶ τὸν ἀρχιδι καστὴναρχιτικαστην ἀλλαγῆναιἀλλαγῆνε τὸν π ρότερον, καὶ τὸν μέλλοντα περιμένομεν. ἅμαἅμμα δὲ τῷ αὐτὸν παρενεχθῆναιπαρενεχθῆνε σὺν θεῷ ἐν τάχειτάχι ἀπαλλαγήσομαι. ἐξ ἧς δὲ ἡμέρας ἐλήλυθα σὺν Ἀντωνίῳ τῷ ἡμετέρῳ εἰμί, καὶ πάντα καλῶς ἐστινειτιν. ἄσπαζε ἈφροδισίανἈφροτισίαν καὶ Θερμοῦτιν καὶ Τασουχάριον καὶ Πτολ λᾶνΠτολλᾶν τὸν φίλον μου. ἀσπάζεταιἀσπάζετε ὑμᾶς Ἀντώνιος πάντας καὶ τὰ παιδία. ἐρρῶσθαι ὑμᾶς εὔ χομαι. εἰς Καρανίδα εἰς τὴν οἰκίαν Σαβείνου τοῦ Δημητροῦτος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.