no image
DDbDP-text
Private Letter via APIS-papyrus
Linked by Trismegistos ID
TM 27101.
Each record below describes this same ancient text from a different angle.
Ἀπολινᾶρις ΤαήσειΤαήσι τῇ μητρὶμητρεὶ καὶ κυρίᾳ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνεινὑγειαίνειν καὶ ἐγὼκἀγὼ αὐτὸς ὑγιαίνωὑγειαίνω καὶ τὸ προσκύνη μά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. γινώσκεινγεινώσκειν σε θέλω, μήτηρ, ὅτι ἐρρωμένος ἐγενόμην εἰς Ῥώμην Παχὼν μηνὶ κε καὶ ἐκληρώθην εἰς Μισηνούς. οὔπω δὲ τὴν κεντυρίανκετυρίαν μου ἔγνων· οὐ γὰρ ἀπε ληλύθεινἀπεληλύτειν εἰς Μισηνοὺς ὅτε σοι τὴν ἐπιστολὴν ταύτην ἔγραφον. ἐρωτῶ σε οὖν, μήτηρ, σεαυτῇ πρόσεχε, μηδὲν δίσταζε περὶ ἐμοῦ· ἐγὼ γὰρ εἰς καλὸν τό πον ἦλθον. καλῶς δὲ ποιήσειςποιης γράψασάγράψασσά μοι ἐπιστο λὴν περὶ τῆς σωτηρίας σου καὶ τῶν ἀδελφῶν μου καὶ τῶν σῶν πάντων. καὶ ἐγὼγὼ εἴ τινα ἐὰν εὕρω γράφω σοι· οὐ μὴ ὀκνήσω σοι γράφεινγράφιν. ἀσπάζομαι τοὺς ἀ δελφούς μου πολλὰ καὶ Ἀπολινᾶριν καὶ τὰ τέ κνα αὐτοῦ καὶ Καραλᾶν καὶ τὰ τέκνα αὐτοῦ. ἀσπάζομαι Πτολεμαῖν καὶ Πτολεμαείδα καὶ τὰ τέκνα αὐτῆς καὶ Ἡρακλοῦν καὶ τὰ τέκνα αὐτῆς. ἀσπάζομαι τοὺς φιλοῦντάς σε πάντας κατʼ ὄνο μα. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος εἰς Καρανίδα ΤαήσειΤαήσι ἀπὸ Ἀπολιναρίου υἱοῦὑειοῦ Μισηνάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.