no image
DDbDP-text
Petition to the Prefect concerning Trespass via HGV-meta
Linked by Trismegistos ID
TM 12261.
Each record below describes this same ancient text from a different angle.
Κυίντῳ Αἰμιλλίῳ Σατουρνείνῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως καὶ ὡς χρηματίζει γεουχοῦντος ἐν Καρανίδι τοῦ Ἀρσινοείτου νομοῦ τῆς Ἡρακλείδου μερίδος. πρὸ πολλοῦ, κύριε, ὁ ἡμέτερος πατὴρ ἐτελεύτησεν ἐπʼ ἐ μοὶ καὶ ἀδελφῇ μου κληρονό μοις καὶ ἀντειλήμμεθαἀντιλήμμεθααντιλημμειτα τῶν ὑπαρχόντων μη δενὸς ἐπελθόντος. ὁμοίως δὲ συνέβη καὶ τὸν θεῖόν μου Γάιον Ἰούλιον Λογγεῖνον τελευτῆσαι πρὸ ὀκταετίας καὶ τούτου τὰ ὑπάρχοντα ἐπεκράτησα καὶ συνεκομισά μηνσυνκομισάμην τὴν πρόσοδον μηδενὸς κωλύσαντος. νυνὶνυνεὶ δὲ Ἰούλιος καὶ Σώτας ἀμφότεροι Εὐδᾶτος οὐ δεόντως βιαίως καὶ αὐθάδως ἐπεληλύθασι ἐδάφεσί μου μετὰ τὸ τὴν κατασπορὰν ποιήσασθαί με καὶ ἐκώλυσάν με ἐν τούτοις δυνάμειδυνάμι τῇ περὶ αὐτοὺς ἐπὶ τῶν τό πων, καταφρονούντων τὴντὴ περὶ τὴν ὄψιν μου ἀσθένειανἀσθένιαν· ὅθεν ἐπὶ σὲ τὸν σωτῆρα κατέφυγον, ἀξιῶν ἐάν σου τῇ τύχῃ δόξῃ ἀκοῦσαί μου πρὸς αὐτοὺς ὅπως δυνηθῶ τῶν ἰδίων ἀντιλαμβάνεσθαι καὶ ὦ ὑπὸ σοῦ τοῦ κυρίου εὐεργετημένος. διευτύχει. Γέμελλος ὁ καὶ ὩρίωνὩρίωνος ἐπιδέδωκα. Σαβεῖνος ἔγραψα ὑπὲρ αὐτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.