no image
DDbDP-text
Petition to the Epistrategus concerning a Liturgy via HGV-meta
Linked by Trismegistos ID
TM 12264.
Each record below describes this same ancient text from a different angle.
Ἀρρίῳ Οὐίοκτορι τῷ κρατίστῳ ἐπιστρατήγωι παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολι ναρίου Νίγερος ἀσθενοῦς τὴν ὄψιν γεου χοῦντος ἐν κώμῃ Καρανίδι τῆς Ἡρακλείδου μερίδος. τῆς εἰς πάντας ἀνθρώπους φθανούσης δικαιοκρι σίας, ἐπιτρόπων μέγιστε, καὶ αὐτὸς βίαν πάσχων δέομαι τῶν ἀπὸ σοῦ δικαίων τυχεῖν. ἔχει δὲ οὕτως· οἱ κώμης Καρανίδος τῆς αὐτῆς Ἡρακλείδου μερίδος πρεσβύτεροι ἀδεέστατοι τυγχάνοντες, τῇ ἑαυ τῶν βίᾳ καὶ αὐθαδείᾳαὐθαδίᾳ χρησάμενοι, ὡς κοινωνὸνκοινωνω αὐ τῶν ἀναδοθέντα ὡς Ὧρον Ἀπολιναρίου ἀνύπαρ κτον ὄνομα ὃ καὶ ἀγνοῶ οὕτως ἀγνοῶ, οὔτε γὰρ ἐδήλωσεν ὅτι πηρὸς ἢ ἐπισινὴς ἢ ἄλλο τι τῶν ἐμῶν σημείων, οὐδὲ μὴν ἐξόν μοι ἄλλως χρημα τίζεινχρηματίζιν μοι Ἀντινοεῖ ὄντι, οὐδὲ μὴν πάλιν λειτουρ γεῖνλιτουργεῖν εἰ μὴ ἐν μόνῃ τῇ Ἀντινόου πόλει. ἔτι δὲ καὶ ὑπὸ τῶν τῆς πόλεως βουλῆς γενομένης συνε χωρήθην χλαμυδοφορεῖν. διὰ τὸ ὡς οὐ μόνον μονόφθαλμόν με εἶναι ἀλλὰ καὶ τῷ νομιζομένῳ ὑπάρχειν ἑτέρῳ ὀφθαλμῷ οὐ βλέπω, λευκώμα τος ἐκ τῆς κόρης αὐτοῦ διαφανέντος καὶ τῷ βλέ πεινπλέπιν ἐπισινοῦς μου ὄντος, διὰ τοῦτο ἐνέτυχον καὶ τῷ κρατίστῳ ἡγεμόνι ἡμῶν καὶ ἔσχον αὐτοῦ ἱερὰν ἐπιστολήν, ἧς ἀντίγραφον· Ἀλφῆνος Ἀπολινάριος στρατηγῷ τῆς Ἡρακλείδου μερίδος χαίρειν βιβλειδι Ὡρίων συφ δηλ ι λομεν ναιπ ἐπεὶ μέχρι νῦν ου καὶ παρα δοξη ν υβρ μενω εντη ριστερSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.