no image
DDbDP-text
Οὐιβίῳ Ἀλεξάνδρῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Ἀντωνίου Δόμνου τοῦ καὶ Φιλαντινόου Ἀντωνίου Ῥωμανοῦ Τραιανείου τοῦ καὶ Στρατείου Ἀντινοέως. οὐκ ἂν εἰςἰς τοῦτο προήχθην, ἐπι τρόπων μέγιστε, μέτριος καὶ ἀπράγμων ὢν ἄνθρωπος, εἰ μὴ ὓβρινβίαν τὴν μεγίστην ἐπεπόνθειν ὑπὸ Ὡρίωνος κωμογραμματέως Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου. οὗ χάριν μηνύω παρὰ τὰ ἀπει ρημένα ἑαυτὸν ἐνσείσαντα εἰςἰς τὴν κωμο γραμματείαν μήτε σιτολογήσαντα μήτε πρακτορεύσαντα παντελῶς ἄπορον ὄντα. διʼ ἣν αἰτίαν καὶ πρότερον οὐ διέλιπον ἐντυγ χάνων καὶ νῦν ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, ἀκοῦσαί μου πρὸς αὐτὸν πρὸς τὸ τυχεῖν με τῆς ἀπὸ σοῦ μισοπονήρου ἐγδικίας, ἵνʼ ὦ ὑπὸ σοῦ κατὰ πάντα βεβοηθημένος. διευτύχει Ἀντώνιος Δόμνος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.