no image
DDbDP-text
Letter of Paniskos to Ploutogenia via HGV-meta
Linked by Trismegistos ID
TM 21347.
Each record below describes this same ancient text from a different angle.
Πανίσκος ΠλουτογενίᾳΠλουτογενητι τῇ συμβίῳ χαίρειν. παρήγγειλά σοι ἐξερχόμενος ὅτι μὴ ἀπέλθῃς εἰς τὴν οἰκίαν σου καὶ ἀπῆλθες πάντως. εἴ τι θέλεις ποιεῖς, λόγονλογηνλεγην μου μὴ ἔχουσαἐχουσαν. ἀλλὰ οἶδα ὅτι ἡ μήτηρ μου ταῦτα ποι εῖ. ἰδοὺεἰδοὺ τρεῖς ἐπιστολὰς ἔπεμψά σοι καὶ οὐδὲ μίαν μοι ἔγραψας. εἰ μὲν οὐ θέλεις ἀναβῆναι πρὸς ἐμέ, οὐδείς σε ἀναγκάζει. ταύτας τὰς ἐπιστολὰς ἔγραψά σοι ἐπεὶ ἡ ἀδελφή σου ἀναγκά ζει με ἐνθάδε γράψαι. ἐπεὶ δέ σοι οὐκ ἔστιν σοι γράψαι περὶ τούτου, ἄλλα γράψον οὖν περὶ σοῦ. ἄλλα ἤκουσα τὰ μὴ ἀνήκοντά σοι. πέμψον μοι τὸ κασίδιν μου καὶ τὸ ὁπλάριν καὶ τὰ πέντε λογχία καὶ τὸ λωρίκιν μου καὶ τὸ βάλτιν μου. ἀσπάζομαι τὴν μητέραμητέραν σου Ἡλιοδώραν. εἶπέν μοι ἀναβὰς πρὸς ἐμὲ ὁ ἐπιστολοφόρος ὅτι ὅτε ἔμελλον ἐξελθεῖν εἶπον τῇ γυναικὶ καὶ τῇ μητρὶ αὐτῆς ὅτι δότε μοι ἐπιστολὴν ἀπενεγκεῖν τῷ Πανίσ κῳ καὶ οὐ δεδώκασι. ἔπεμψά σοι διὰ Ἀν τωνίνου ἀπὸ Ψινέστους τάλαντον ἕν . ἐρρῶσθαί σε εὔχομαι. ΠλουτογενίᾳΠλουτογενητι τῇ συμβίῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.