no image
DDbDP-text
Receipt for Rent via HGV-meta
Linked by Trismegistos ID
TM 11996.
Each record below describes this same ancient text from a different angle.
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Γορπιαίου δωδεκάτῃ, Ἐπεὶφ ιβ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἁρυώτης Ἀλεξᾶ ὡς ἐτῶν ξγ, οὐλὴ ποδὶ ἀριστερῶι, Ὥρωι Ὥρου ὡς ἐτῶν ν, οὐλὴ ὀφρύιὀφρύει ἀριστερᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα τὸ ἐκφόριον καὶ τὰ σπέρματα τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου οὗ γεωργεῖ αὐτοῦ περὶ Βακχιάδα κλήρου ἀρουρῶν τεσσάρων ἡμίσους πυροῦ ἀρτάβας εἴκοσι μέτρωι ἑξαχοινίκωι διὰ τὸ τὸν μισθώσεως χρόνον πεπληρῶσθαι καὶ μὴ ἐπελεύσεσθαι τὸν ὁμολογοῦντα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Ὧρον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ μήτε περὶ τούτων καθὼς πρόκιται μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου μηδὲ ἀγράφου παντὸς συναλλαγμάτος μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσειπαρευρέσι μηδεμιᾷ. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ἡλειόδωρος Ἡλειοδόρου ὡς ἐτῶν ν, οὐλὴ μήλῳ δεξιῷ, τοῦ δὲ ἄλλου Σουχᾶς Σοχώτου ὡς ἐτῶν μδ, οὐλὴ πήχει δεξιῷ. Ἁρυώτης Ἀλεξᾶ ὁμολογῶὁμολογῶι ἀπέχεινἀπέχιν παρὰ τοῦ Ὥρου τὸ ἐκφόριον καὶ τὰ σπέρματα τοῦ ἐνεστῶ τος ὀγδόου ἔτους οὗ γεωργεῖγεοργεῖ μου περὶ ΒακχιάδαΒακχιαδν ἀρου ρῶν τεσσάρων ἡμίσους πυροῦ ἀρτάβας εἴκοσι διὰ τὸ τὸν χρόνον τῆς μισθώσεως πεπληρῶσθαιπεπληρο͂σθαι καὶ οὐκ ἐπελεύσομαι περὶ οὐδενὸς καθὼς πρόκιται. Ἡλιόδωρος Ἡλιοδώρου ἔγραψα ὑπὲρ ἉρυώτουἉρυοδως τοῦ μὴ εἰδότος γράμματα. ὯροςὯρως ὭρουὩρωρου γέ γονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκιται. Σουχᾶς Σοχώτου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότοςἰδότος γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.