no image
DDbDP-text
Receipt for Rent via HGV-meta
Linked by Trismegistos ID
TM 11994.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Γερμανικείου τρίτῃ καὶ εἰκάδι, Παχὼν κγ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἁρυώτης Ἀλεξᾶ ὡς ἐτῶν ξ, οὐλὴ ποδὶ ἀριστερῶι, Ὥρωι Ὥρου ἐπι λεγομένου Ἰμεσβαίλιος γεωργῶι ὡς ἐτῶν μη, οὐλὴ ὀφρύιὀφρύει ἀριστερᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολο γοῦντα τὸ ἐκφόριον τοῦ ἐνεστῶτος ἕκτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν γεωργεῖ αὐτοῦ Ἁρυώτου ὁ Ὧρος περὶ τὴν προγεγραμμένην κώμην κλήρου ἀρουρῶν τεσσάρων ἡμί σους πυροῦ ἀρτάβας δέκα ἓξ μέτρωι ἑξαχοι νίκωιἑξαχοινείκωι αὐτοῦ τοῦ Ὥρου ὑπολελογηκότος παρʼ ἑαυτῶι τὰ σπέρματα τῆς τοῦ εἰσιόντοςἰσιόντος ζ ἔτους κατασπορᾶς πυροῦ ἀρτάβας τέσσαρας , μενούσης κυρίας τῆς μισθώσεως. ὑπογραφεῖς τοῦ μὲν ὁμο λογοῦντος Ἡλιόδωρος Ἡλιοδώρου ὡς ἐτῶν μθ, οὐλὴ μήλωι δεξιῶι, τοῦ δὲ ἄλλου Ἀμμώνιος Διοσκόρου ὡς ἐτῶν με, οὐλὴ μετώπωι ἐκἐγ δεξιῶν. Ἁρυώτης Ἀλεξᾶτος ὁμολογῶὁμολογῶι ἀπέχεινἀπέχιν παρὰ τοῦ Ὥρου τὸ ἐκφόριονἐκφοριου τοῦ ἐνεστῶτοςἐνεστοτο ἔτους ὧν γεωργεῖγεωργῖ ἐμοῦ περὶ τὴν κώμηνκωην ἀρουρῶν τεσσάρωντεσσάρον ἡμίσουςἡμισου πυροῦ ἀρτάβας δέκα ἕξ , αὐ τοῦ ἔχοντος τὰ σπέρματα τοῦ εἰσιόντοςἰσιόντος ἑβδόμου ἔτους πυροῦ ἀρτάβας τέσσαρας , κυρίαςκυρεας τῆς μισθώσεως καθὼς πρόκιται. ἔγραψεν ὑπὲρκλήρου. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἡλιόδωρος Ἡλιοδώρου μὴ εἰδότος γράμματα. Ὧρος Ὥρου γέγονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκιται. Ἀμμόνιος Διοσκόρου ἔγραψεν ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματαγραμμα. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου. ὁμολογία Ἁρυώτου πρὸς ῟Ωρον ἀποχῆς ἐκφορίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.