no image
DDbDP-text
Receipt for Rent via HGV-meta
Linked by Trismegistos ID
TM 11997.
Each record below describes this same ancient text from a different angle.
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Γορπιαίου δευτέρᾳ, Ἐπεὶφ β, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσι νοείτου νομοῦ. ὁμολογεῖ Ἁρυώτης Ἀλεξᾶ τοῦ Ἀλε ξᾶ ὡς ἐτῶν ξδ, φακὸς μετώπῳμετόπωι ἐκἐγ δεξιῶν καὶ ποδὶ ἀριστερῷ Ὥρῳ Ὥρου τοῦ Ὥρου ὡς ἐτῶν νβ, οὐλὴ ὀφρύ ι ἀριστερᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα τὸ ἐκφόριον τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν γεωργεῖ αὐτοῦ Ἁρυώ του περὶ τὴν προγεγραμμένην κώμην Βακχιά δαν κλήρου ἀρούρας τέσσαρας ἥμισυἥμισου ἢ ὅσας ἐὰν ὦ σι ἐν μιᾷ σφραγῖδι ἐν πεδίῳ λωνι λεγομένῳ, τοῦ Ὥρου ὑπολελογηκότος παρʼ ἑαυτῷ τὰ σπέρμα τα τῆς τοῦ εἰσιόντοςἰσιόντος ἑνδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατασπορᾶς, καὶ μηδὲν τὸν ὁμολογοῦν τα ἐνκαλεῖν τῷ Ὥρῳ περὶ μηδενὸς ἁπλῶς πράγμα τος μέχριμέχρει τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενὶ παρευρέσειπαρευρέσι μηδεμιᾷμηιδεμιᾷ, μενούσης κυρίας τῆς τοῦ κλήρου μισθώσεωςμισφώσεως ἐφʼ οἷς περιέχει πᾶσι. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Ἡλιόδωρος Ἡλιοδώρου ὡς ἐτῶν νβ οὐλὴ μήλῳ δεξιῷ. Ἁρυώτης Ἀλεξᾶ τοῦ Ἀλεξᾶ ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ὥρου Ὥρου τὸ ἐκφόριον τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἁδριανοῦ τοῦ κυρίου ὧν γεωργεῖγεοργῖ μουμι περὶ Βακχιάδα κλήρου ἀρουρῶν τεσσάρων ἡμίσους τοῦ Ὥρου ἔχοντος παρʼ αὐτῷαὐτοῦ τὰ σπέρματα τοῦ εἰσιόντοςἰσιόντος ἔτους με νούσης κυρίας τῆς μισθώσεως καθὼς πρόκειται. Ἡλιόδωρος Ἡλιοδώρου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.