no image
DDbDP-text
Receipt of Grain not Transported by the First Transporter via HGV-meta
Linked by Trismegistos ID
TM 140150.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας ΛουπικίνουΛουππικίνου κόμιτος ἱππικῆς τε καὶ πεδικῆς δυνάμεως καὶ Ἰοβίνου τῶν λαμπροτάτων Αὐρηλίοις Ἀσκληπι καὶ καὶ Σαραπίωνι Πλουτάρχου καὶ τῆςπόλεως. ἐπειδήἐπιδὴ Ὧρος Ὥρου ἀπὸ τῶν ἐμβληθεισῶν ἀρταβῶν ωογ τῆς ὑμετέρας ἐπιμελείας ἐν τῇ παραδόσει γενό μενος ἐπὶ τῆς λαμπροτάτης Ἀλεξανδρείας μόνον παρέδωκεν πυροῦ ἀρτάβας τριακοσίας ἀκολούθως τῇ ἐπενε χθείσῃ ὑπ’ αὐτοῦ ἀποχῇ τῶν δημοσίων καὶ λοιπάζονται ἀρτάβαι πεντακόσιαι ἑβδομήκοντα τρεῖςτρῖς, ἀρτάβαι φογ, τούτου χάριν ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ προκείμενον πλοῖον τὰς ἀρτάβας τὰς λοιπασθείσας ὑπὸ τοῦ αὐτοῦ Ὥρου εἰς ὑπὲρ τούτου ἀρτάβας πεντακοσίας ἑβδομήκοντα τρεῖςτρῖς τ ἐπὶ τῷ μὲ ταύτας καταγαγεῖν ἐπὶ τὴν λαμπροτάτην ἈλεξάνδρειανἈλεξάνδριαν καὶ παραδοῦναι εἰς τοὺς ἐκεῖσε δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς τούτων παραδόσεωςπαραδώσεως ἄποχα γράμματα ὑποδέξασθαι ἐπ’ ὀνόματος τοῦ αὐτοῦ Ὥρου καὶ ἐπενεγκεῖνἐπενεγκῖν καὶ ἀναδοῦναι ὑμῖν· ἐγὼ δὲ ὁ ἐγγυητὴς ἈχιλλεύςἈχιλλέως ἑκουσίᾳ καὶ αὐθαιρέτῳαὐθερέτῳ γνώμῃ ἐγγυᾶσθαι τὸν αὐτὸν Σιλβανὸν παρα δοῦντα τὰς αὐτὰς τοῦ σίτου ἀρτάβας πεντακοσίας ἑβδομήκοντα τρεῖςτρῖς καὶ ἐπιφέροντα τὴν τούτων ἀποχὴν ἐκ πλήρους ἀμέμπτως ἢ ἐμὲ τὸν ἐγγυητὴν ἐπάναγκες ὑποστῆναι πάντα τὰ πρὸς αὐτὸν περὶ τούτου ζητούμενα ἢ ἔνοχος εἴηνεἴη τῷ θείῳ ὅρκῳ. Αὐρήλιος Ἀχιλλεὺς Εὐλογίου ἐγγυῶμαι τὸν προκείμενονπροκίμενον κυβερνήτην Σιλβανὸν ἐπιφέροντα τὴν ἀποχὴν ἐκ πλήρους ὡς πρόκειταιπρόκιται. Αὐρήλιος Σιλβανὸς Παύου παρέλαβον καὶ ἐνεβαλόμην τὰς τοῦ πυροῦποιροῦ νέου καθαροῦ ἀρτάβας πεντακοσίας ἑβδομή κοντα τρεῖςτρῖς καὶ παραδώσω ὡς πρόκειταιπρόκιται. ἐπ’ ὀνόματος Ὥρου Ὥρου διὰ Σιλβανοῦ Παυῆ ἀρταβ φογ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.