no image
DDbDP-text
Marriage Contract in the Form of a Bank Diagraphe via HGV-meta
Linked by Trismegistos ID
TM 12331.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον διαγραφῆς ἀπὸ τῆς ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἁθὺρ η. Χαιρημονὶς τοῦ Σωκράτους μετὰ κυρίου τοῦ ἑαυ τῆς συγγενοῦς Σαραπίωνος τοῦ Σεύθου Πασίωνι ἀπέχειν αὐτὸν παρὰ τῆς Χαιρημονίδος φερνὴν ἐφʼ ἑαυτῇ ἀργυρίου δραχμὰς τεσσαράκοντα καὶ χιτῶνοςκιτῶνος λευκοῦ δραχμὰς εἴκοσι · καὶ συμβιώσουσι ἀλλήλοις τοῦ Πασίωνος ἐπιχορη γοῦντος αὐτῇ τὰ δέοντα πάντα καὶ τὸν ἱμα τισμὸν ὡς ἐπὶ γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου· καὶ ἐπὶ τοῦ χωρισμοῦ ἀποδώσει ὁ Πα σίων τῇ Χαιρημονίδι τὴν προκιμένην φερνήν, τὸν δὲ χιτῶνακιτῶνα ἐν τῇ ἴσῃ διατιμήσει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.