no image
DDbDP-text
Letter from Antimenes to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1916.
Each record below describes this same ancient text from a different angle.
Ἀντιμένης Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ὑγίαινον δὲ καὶ ἐγώ. ὑπογέγραφά σοι τῆς παρὰ Σωσιπάτρου ἐλθούσης μοι ἐπιστολῆς τὸ ἀντίγρα φον, ὅπως εἰδὼς ἀναφέρηις ἐν λόγωι Ἀπολλωνίωι ε οὐθὲν αὐτοῖς συνετέθη ἐφόδιον οὐδʼ ακρν ὑπὸ τοῦ χειμῶνος κατηνέγχθησαν εἰς Ἀρσινόην ἔρρωσο. ἔτους κη, Περιτίου κη. Σωσίπατρος Ἀντιμένει χαίρειν. εἰ τῶι τε σώματι ἔρρωσαι καὶ τὰ λοιπά σοί ἐστιν κατὰ γνώμην, ἔχοι ἂν καλῶς· ἐρρώμεθα δὲ καὶ αὐτοί. παραγενόμενοι πρὸς ἡμᾶς Ἀρίστων καὶ ἡ ἀδελφὴ ἀνήγγελλον πεπολυωρῆσθαι ὑπὸ σοῦ κατὰ πάντα. καλῶς οὖν ποεῖς πρὸς ἡμᾶς οὐκ ἀλλοτρίως ἔχων· πειρασόμεθα γὰρ καὶ ἡμεῖςαὐτοὶ περὶ ὧν ἂν σὺ σπου δάζηις καὶ γράφηις πρὸς ἡμᾶς τὴν πᾶσαν ἐπιμέλειαν ποεῖσθαι. γίνωσκε δὲ ὑπὸ τῶν χειμώνων κατενεγχθέντας εἰς Πάταρα, κεῖθεν δὲ μισθωσάμενοι πλοῖον παρέπλευσαν πρὸς ἡμᾶς εἰς Ἀρσινόην. τὸ δὲ ναῦλον διωρθνων δραχμ λε. γέγρα φα οὖν σοι ὅπως εἰδῆις. ἔρρωσο. ἔτους κη, Ἀπελλαίου κϛ. Ἀντιμένης περὶ Δωρίδος Ζήνωνι. καὶ τῆς παρὰ Ἀντιπάτρου ἐπιστολῆς ἀντίγραφον. ἔτους κη, Δύστρου ιζ, ἐν Μένδητι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.