no image
DDbDP-text
Letter from Sostratos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1912.
Each record below describes this same ancient text from a different angle.
Σώστρατος Ζήνωνι χαίρειν. οὐκ οἶμαι μέν σε ἀγνοεῖν περὶ Αἰσχύλου ὅτι οὐκ ἔστιν ἡμῖν ἀλλότριος, ἀναπέπλευκεν δὲ πρὸς ὑμᾶς ἵνα συσταθῆι Κλεονίκωι. καλῶς ἂν οὖν ποιήσαις φιλοτιμηθεὶς ὅπως ἂν συστήσηις αὐτὸν Κλεονίκωι. ἐὰν δʼ ἄρα μὴ κατα λάβηι ἐκεῖνον παρʼ ὑμῖν, ἐπιστολὰς παρὰ τῶν φίλων λαβὲ πρὸς αὐτόν. τοῦτο δὲ ποιήσας εὐχαριστήσεις ἡμῖν· σπεύδω γὰρ περὶ αὐτοῦ. γράφε δὲ καὶ σὺ ἡμῖν τί ἄν σοι ποιοῦντες χαριζοίμεθα. ἔρρωσο. ἔτους κη, Περιτίου κ. Ζήνωνι. ἔτους κη, Περιτίου ἐνἐμ Βουβάστωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.