no image
DDbDP-text
Letter from Herodes and Zeniketes to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1984.
Each record below describes this same ancient text from a different angle.
Ἡρώιδης Ζηνικέτης Ζήνωνι χαίρειν. τοῦ δεῖνά τινος τῶν οἰκούντων ἐν τῶι Ἰβιῶνι ἀπῆκται ὁ υἱὸς ὑπὸ Ἄνδρωνος τοῦ παρʼ ὑμῖν φυλακίτου, ὁ δὲ ἀποδιδούς σοι τὴν ἐπιστολήν ἐστιν τοῦ κατε χομένου ἀδελφός. καλῶς οὖν ποιήσεις μάλιστα μὲν συντάξας διέσθαι τὸν νεανίσκον ἐκ τῆς φυλακῆς, εἰ δὲ μή γε, διεγγυήσας αὐτὸν ιστος ὅπως μὴ συμβῆι αὐτὸν καταφθαρῆναι ἐν τῆι φυλακῆι. γράφε δὲ καὶ σύ, ἐάν ς τῶν παρʼ ἡμῖν, ὡς ἡμῶν ἡδέως σοι ποιησόντων. ἔρρωσο. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.