no image
DDbDP-text
Letter to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1997.
Each record below describes this same ancient text from a different angle.
Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ τῶν δύο βοῶν καὶ τοῦ μοσχαρίου ἀποδοῦναι τωι. ἐμποιοῦνται δὲ οἱ γεωργοὶ φάσκοντες ἠγορακέναι παρὰ διὰ τίνος τὸ ἀργύριον δέδοται, ἵνα μὴ δοκῶμεν βιαδοκῶμεν ἐν βια ἀπεστάλκαμεν Νεχθμῖνιν καὶ Τετοραμοῦν τῶν ποτ ἵνα κατα στῶσιν πρὸς αὐτοὺς ἐπὶ σοῦ οἱ διακριθέντες περὶ αὐτῶν τούτων. καλῶς οὖν ποιήσεις γράψας μοι τίνι δεῖ ἀποδοθῆναι. τὰς γὰρ βοῦς καὶ τὸ μοσχάριον κατέχομεν ἕως ἂν ἐπιστειλῃς περὶ αὐτῶν. καὶ γὰρ οἱ ἐκ τῆς κώμης προσμαρτυροῦσιν ἐπὶ τὸ Εἰσιεῖον, τὴν δὲ γυναῖκα αὐτοῦ πεπρακέναι ἀποδημοῦντος αὐτοῦ. ἔρρωσο. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.