no image
DDbDP-text
Letter from Aristeides to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1925.
Each record below describes this same ancient text from a different angle.
Ἀριστείδης Ζήνωνι χαίρειν. καλῶς ἂν ἔχοι εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοί ἐστι πάντα κατὰ γνώμην, ἔχοιμι ἂν τοῖς θεοῖς πολλὴν χάριν· ἔρρωμαι δὲ καὶ αὐτός. συμβέβηκένσυμβέβηκέμ μοι ὑπὸ τῶν πο λιτῶν προβεβλῆσθαί με σίτου ἐγδοχέα οὔπω ὄντι μοι τῶν ἐτῶν οὐδὲ γινομένης μοι τῆς λειτουρ γίας ταύτης, ἀλλὰ διὰ φθονερίαν τινές με προέβαλλον. ἀπεστάλκαμεν οὖν ἐγώ τε καὶ ὁ ἀδελ φὸς Θηρωνίδης Δρόμωνα ὅπως ταῦτα δηλώσηι Ἀπολλωνίωι, ἵνα ἡμῖν βοηθήσηι καὶ ἀπολύσηι με τῆς ἐκδοχείαςἐγδοχέας ταύτης. χαρίζοιο ἂν οὖνοὖμ τόν τε Δρόμωνα προσαγαγὼν ἐν τάχει Ἀπολλωνίωι καὶ συνεπιλαβόμενος τοῦ ἐντυχεῖν αὐτὸν Ἀπολλωνίωι τὴν ταχίστην καὶ ἵνα ἀποστείληιἀποστέληι αὐ τὸν ἡμῖν ἐν τάχει πάντα οἰκονομησάμενος. γράφε δὲ καὶ σύ, ἐάν τινος χρείαν ἔχηις τῶν παρʼ ἡμῶν, ἵνα σοι πάντα ποιῶμεν. ἔρρωσο. Ἀριστείδης περὶ αὑτοῦ Ζήνωνι. σίτου ἐγδοχείας. ἔτους κθ, Πανήμου α, ἐν Ἀρσινόηι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.