no image
DDbDP-text
Letter from Antimenes (?) to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 689.
Each record below describes this same ancient text from a different angle.
Ἀντιμένης Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ὑγίαινον δὲ καὶ ἐγώ. ἐν ἀρχῆι μὲν διὰ τὸ τὸν τοῦ Ἡρακλείδου υἱὸν Ζήνωνα πλειονάκις ἡμᾶς πλανῆσαι καὶ διὰ τὸ Δωρίδα ἀρρωστῆσαι καὶ μὴ δύνασθαι πλεῦσαι, ὠκνοῦμέν σοι γράφειν, νυνὶ δὲ γίνωσκε μετʼ Ἀρίσ τωνος συναπεσταλκότας ἡμᾶς αὐτὴν ἐν τῶι τοῦ Ζήνωνος πλοίωι, καὶ τῶι Ζήνωνι ἐνετειλάμεθα τὴν πᾶσαν ἐπιμέλειαν αὐτῆς ποιεῖσθαι, καὶ αὐτοὶ δὲ συνεθήκαμεν αὐτῆι ὅσα ηἴτησεν ἡμᾶς εἰς τὸν πλοῦν. ἔρρωσο. ἔτους κη, Ὑπερβερεταίου Ζήνωνι τῶι παρʼ Ἀπολλωνίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.