no image
DDbDP-text
Letter to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1205.
Each record below describes this same ancient text from a different angle.
ὁ δεῖνα Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγίαινον δὲ καὶ ἐγώ. περὶ μὲν τῶν ἄλλων οὐκ ἐ δοκίμαζον ἐπιτήδειον εἶναι γράφειν σοι· οὐ γὰρ εἶχον σαφὲς οὐθέν· τὰ δὲ στρωμάτια καὶ τὰς ψιλὰς καλῶς ποιήσεις ἀγοράσας Νέωνι τῶι ἰατρῶι, ὅπως παραγενόμενος κομίσηται. καὶ γὰρ νῦν ἐνεκάλει περὶ τούτων. γίνωσκε δὲ καὶ Νέωνα εὐημεροῦντα παρὰ τῶι βασιλεῖ. ἔρρωσο. ἔτους δ, Ὑπερβερεταίου ἐμβολίμου γ. σιγ. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.