no image
DDbDP-text
Letter to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1209.
Each record below describes this same ancient text from a different angle.
ὁ δεῖνα Ζήνωνι χαίρειν. εἰ Ἀπολλώνιός τε ἔρρω ται καὶ σὺ καὶ οὕς βούλει καὶ τὰ λοιπὰ κατὰ νοῦν ἐστιν, γένοιτʼ ἂν ὡς ἡμεῖς θέλομεν. ἱκανῶς δὲ καὶ αὐτοὶ ἔχομεν, καί σου μνημονεύομεν ἐν παντὶ καιρῶι, ὥσπερ καὶ προσῆ κόν ἐστιν. εὐχαριστήσεις οὖν ἡμῖν σαυτοῦ τε ἐπιμελό μενος ὅπως ἂν ὑγιαίνῃς καὶ πρὸς ἡμᾶς γράφων ὧν ἂν χρείαν ἔ χῃς καὶ τί ποιοῦντες χαριζοίμεθʼ ἄν σοι, ὡς ἡμῶν τοῦτο προθύμως καὶ ἡδέως ποιησόντων. ἔρρωσο. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.