no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1510.
Each record below describes this same ancient text from a different angle.
Θεύδωρος Ζήνωνι χαίρειν. ὅτε ἀπὸ σοῦ ἀπῆλθον εἰς Ἄθριβιν, κατέ λαβον Πύθωνά τε καὶ Ἀμμώνιον πολιορκουμένους ὑπὸ Ἀντιόχου περὶ ἀργυρίου. οὐ μὴν ἀλλʼ ὅτε ἀπέδωκα Πύθωνι τὴν την παρὰ σοῦ ἐπιστολήν, ἐκ παντὸς τρόπου πάντα πάρεργα ποιησάμενος δραχμ Α ωςλλμη αιν πρὸς τὸν τῶν ὑποζυγίων συναγορασμόν. καλῶς ἂν οὖν ποιήσαις καὶ σὺ λαβὼν παρὰ τοῦ ἀποδιδόντος σοι τὴν ἐπιστολὴν τὴν παρὰ Ἀμύντου τοῦ ἀδελφοῦ πρὸς Ἀπολλώνιον περὶ Πύθωνος καλ ἀπο δοὺς εὐκαίρως καὶ τὰ λοιπὰ συν σπεύσας φιλοτίμως περὶ τοῦ γινομένου αὐτῶι ὀψωνίου, ὅπως ἂν ἐν τάχει τε γραφῆι καὶ ἵνα τὸ πρῶτον αὐτῶι γένηται, καὶ φανερὸν αὐτῶι ποιήσας ὅτι καὶ σὺ σπεύδεις περὶ ὧν ἄν σοι γραφῆι. Θεύδωρος ὑπηρέτης περὶ τῶν Ζήνωνι. Α δραχμῶν ὧν ἔχει παρὰ Πύθωνος. ἔτους κθ, Ξανδικοῦ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.