no image
DDbDP-text
Letter from Amyntas to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 704.
Each record below describes this same ancient text from a different angle.
Ἀμύντας Ζήνωνι χαίρειν. Δημητρίωιvestig ἐξ Ἡρα κλείας ἐχρήσαμεν ποτηρίδια. καὶ νῦν δε, ἐπειδὴ ἐκεῖνος μέν ἐστιν ἐν φυλακῆι, τὰ δὲ ὑπάρχοντα αὐτοῦ ἐξαργυρίζεται, γεγρά φαμεν Ἀπολλωνίωι, ἧς καί σοι τὸ ἀντίγραφοντἀντίγραφον ὑπογέγραπται. καλῶς οὖν ποιήσεις ἐπισκεψάμενος μετʼ Ἀρτεμιδώρου τοῦ ἰατροῦ εἰ φαίνεται ἀποδοῦναι αὐτῶι τὸ ἐπιστόλιον ἢ ἐᾶν οἰμώζειν. ὅτι μὲνμὲγ γὰρ ἡμέτερά ἐστιν τὰ ἀργυρωμάτια τὰ ὑπογεγραμμένα, τοῦ μὲν ψυκτῆρος καὶ ψυκτηριδίουψυτηριδιου καὶ ἑνὸς τῶν Ἀντιπα τριδίων καὶ παρὰ τῶι βασιλεῖ ἐστὶ γραφὴ ἐν τῆι παρʼ Ἱκεσίου ἐπιστολῆι καὶ ἐν τῶι ἐνπορίωι ἀπογραφή, τῶν δὲ λοιπῶν παρʼ ἡμῖν ττιυγον ὑπάρχει. ἐὰν δὲ μὴ φαίνηται ὑμῖν ἀποδοῦναι, Δημητρίου γε ἐπιμελόμενοι χαριεῖσθέ μοι· νῦν μὲν γὰρ αὐτὸν πυνθανόμεθα ὀλιγωρεῖσθαι. ἔρρωσο. Ἀπολλωνίωι. Δημήτριος ὁ ἐν τῶι Προσω πίτηι ὑπὸ σοῦ κατασταθεὶς ἀντιγρα φεύς, διὰ τὸ ἐξ οἴκου τε ἀποδημεῖν οὐχ ὡς μενῶν καὶ ἔτι περικοπῆναι ὑπὸ Λυσιμάχου τοῦ λῃστοῦληιστοῦ τὸ με θόδιονμεσιδιον καὶ τὸν παῖδα, ὡς ὑπὸ σοῦ κατείχετο, ἠξίου ἡμᾶς αυ κερμάτιον αὐ τῶι προχρῆσαι, ἵνα κατασκευασθῆι τοῖς ἀναγκαίοις. ἀργύριον μὲν οὖν οὐκ εἴχομεν αὐτῶι προχρῆσαι, ποτηρίδια δὲ ἐχρήσαμεν ὧν σὺ Τρυφέραι ἔξωθεν συνέθηκας, ψυκτη ρίδιόν τε στατόν, μικρῶι πλέον ἢ χοῦν χωροῦν, οὗ ὁλκὴ ἐκ τῆς παρʼ ἡμῖν γραφῆς καὶ ψυκτήριον καὶ Ἀντιπατρίδια ἑτερόζυγα δύο καὶ κυάθονἈ θαι. καλῶς δʼ ἂν ποιοῖς καὶ συγ γνώμην ἡμῖν ἔχων· οὐ γὰρ ἂν ἠλπίσαμεν ἐν οὕτω βραχεῖ χρόνωι διαπε σεῖν αὐτόν. ἔρρωσο. Ἀμύντας περὶ Δημητρίου. ἔτους κη Περιτίου κβ, ἐν Βουβάστωι. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.