no image
DDbDP-text
Letter from Amyntas to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 698.
Each record below describes this same ancient text from a different angle.
Ἀμύντας Ζήνωνι χαίρειν. Δημητρίωι τατ ας ἀκατασκεύωι ὄντι ἐχρήσαμεν ἀξιώσαντι ποτηρίδια, ψυκτηρίσκον τε στατόν, χωροῦντα χόα καὶ μικρῶι πλέον, ὃν συν έθηκεν ἔξωθεν Ἀπολλώ νιος Τρυφέραι, καὶ Ἀντι πατρίδια ἑτερόζυγα δύο καὶ ψυκτήριον καὶ κύαθον. πυνθανόμεθα δὲ αὐτὸν ἐν φυλακῆι εἶναι ἐὰν οὖν σοι φαίνηται, καλῶς ἂν ποιήσαις κομι σάμενος, εἰ καταχωρίζε ται τὰ ὑπάρχοντα εἰς τὸ βα σιλικόν, εἰ δὲ μή, ἐάσας ἔχειν αὐτόν. καὶ τὰ λοιπὰ δὲ πο λυωρῶν αὐτοῦ χαριεῖ μοι ὡς ἐνδέχεται μάλιστα, ἕως ἂν Ἀπολλώνιον ἡμεῖς ἀξι ώσωμεν περὶ αὐτοῦ λαβόν τες εὐκαίρως. ἔρρωσο. Ἀμύντου περὶ τῶν χρησθέντων ἀργυρωμάτων Δημητρίωι. ἔτους κη, Αὐδναίου κε, ἐπὶ τοῦ ὅρμου. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.