no image
DDbDP-text
Letter from Artemidoros to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 769.
Each record below describes this same ancient text from a different angle.
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. παρὰ Διονυσοδώρωι τῶι Διονυσίου υἱῶι κατελίπομεν βατιάκια β ἐν θήκηι διὰ τὸ προλαβεῖν παρʼ αὐτοῦ κερμάτιον εἰς ἐφόδια. ἐπεὶ οὖν ἀπεστάλκαμεν τὰ σύμβολα, ἀποδοθήτω αὐτοῖς καὶ κόμισαι τὰ βατιάκια παρὰ Διονυσοδώρου. γεγράφηκα δὲ καὶ ἐγὼ αὐτῶι ἵνα σοι ἀποδῶι. κομισάμενος δέ, ἐάν τις παραγίνηται ἐπιτήδειος, δὸς ἵνα ἀπενέγκηι ἡμῖν. ἔρρωσο. ἔτους κθ, Αὐδναίου δ, Χοίαχ δ. Ἀρτεμίδωρος βατιακῶν. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.