no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1509.
Each record below describes this same ancient text from a different angle.
Πύθων Ζήνωνι χαίρειν. καθά μοι ἔγραψας, προεῖμαι Θεοδώρωι τῶι παρὰ σοῦ εἰς ὑποζύγια δραχμὰς Α διὰ τὸ μήπω δύνασθαι Ἀμμώ νιον αὐτῶι δοῦναι. ἀπέσταλκα δὲ Λέοντα κομίζοντα ἐπιστο λὴν παρὰ Ἀμύντου πρὸς Ἀπολλώνιον. χαριεῖ οὖν μοι ἀποδοὺς εὐκαίρως καὶ φιλοτιμηθεὶς ἵνα συντάξηι ποστὴν ἐπιγράφεινἐπιγραφει ἑκατέραν. εἰ δὲ μή γε, ὥς ποτε αὐτῶι δοκεῖ, ἵνα τὰ σύμβολα ἡμῖν δοθῆι. γράφε δὲ καὶ σὺ ὧν ἂν χρείαν ἔχηις. ἔρρωσο. Πύθων τραπεζίτης Ζήνωνι. ὧν δέδωκεν Θεοδώρωι εἰς τὸν συναγορασμὸν τῶν ὑποζυγίων δραχμῶν Α. ἔτους κθ, Ξανδικοῦ γSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.