no image
DDbDP-text
Lease. House property via HGV-meta
Linked by Trismegistos ID
TM 36939.
Each record below describes this same ancient text from a different angle.
ἰνδικτίονος τὰς ὑπαρχούσας αὐτῇ ἐξέδρας δύο ὁλο κλήρους, μίανμιας μὲν ἐνδότερον τῆς ἄλλης, τὴν μὲν ἔξωθεν νεύουσαν εἰς βορρᾶν ἐπὶ τὴν αἴθραν, τὴν δὲ ἔσωθεν νεύουσαν εἰς ἀπηλιώτην μετὰ τοῦ μέρους αὐτῶν τοῦ φρέατος καὶ τῆς αὐλῆς καὶ τοῦ δώματος καὶ καμάραν μίαν ἐν τῷ καταγαίῳ νεύουσαν εἰς ἀπηλιώτην καὶ τὴν ἀχυροθήκην καὶ παντοίων χρηστηρίων καὶ δικαίων ἀπὸ οἰκίας διακειμένης ἐπὶ ταύτης τῆς Ἑρμου πολιτῶν ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς ἐν ῥύμῃ Πακοὺκ νευούσης εἰς βορρᾶν πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν ἐνοικίουἐνοικείου τούτων κατʼ ἔτος κερατίων ἕξ, γίνεται κεράτια ϛ, ὅπερ ἐνοίκιονἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως κατὰ μίμησιν τῶν ἄλλων ἐνοίκων καὶ ὁπόταν βουληθῇς ἔχειν παραδώσω σοι τοὺς αὐτοὺς τόπους σὺν θύραις ἐν τῇ αὐτῇ ὄψειοἰκίᾳ ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἠλίας Πκυλίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἑρμ Μηνᾶ ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ἰωάννου Μηνᾶ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Φοιβάμμων Ἀγάθου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Πκυλίου γεωργ ἀπὸ Ἑρμουπόλεως ὑπὲρ ἐνοικίου κερατίων ϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.