no image
DDbDP-text
Contract of divorce via HGV-meta
Linked by Trismegistos ID
TM 19730.
Each record below describes this same ancient text from a different angle.
χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου ΦαῶφιΘο͂θ ὀγδόῃ τῆς τρίτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους τὴν ἀντισύγγραφον κοινὴν ὁμολογίαν τῆς δισσῆς ὁμοτύπου γραφείσης ἀποζυγῆς καὶ διέσεωςδιαίσεως τοῦδετοῦτε τοῦ ῥεπουδίου ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Θεόδωρος υἱὸς Γεωργίου ἐκ μητρὸς Νόννας μίσθιος μάγκιψ ὁρμώμενος ἀπὸ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, ἐκ δὲ θατέρου μέρους Αὐρηλία Ἀμαρεσία θυγάτηρ Προοῦτος τοῦ πραγματευτοῦ ἐκ μητρὸς Φανείας ὁρμωμένη καὶ αὐτὴ ἀπὸ τῆς αὐτῆς πόλεως ἀλλήλοις τὰ ἐφεξῆς ἐπὶ λέξεως οὕτως· πρώην συνήφθημεν ἀλλήλοις πρὸς γάμου καὶ βίου κοινωνίαν ἐπὶ χρησταῖς ἐλπίσι καὶ τέκνων γνησίων ἀγαθῇ σπορᾷ οἰόμενοί με τὸ ἀλλήλων ἐκτελέσαι εἰρηνικὸν σεμνὸν συνοικέσιον ἐφʼ ὅλον τὸν τῆς ἐξ ἄμφοιν ζωῆς χρόνον ἐκ δὲτὲ τῶν ἐναντίων οὐκ ἴσμεν πόθεν παρὰ προσδοκίαν ἐκ σκαιοῦ πονηροῦ δαίμονος πεπόνθαμεν ἐπεμβρίσαντος ἡμᾶς τοῦ ἀπʼ ἀλλήλων χωρισθῆναι κατὰ τοῦτο εἰς τὸ παρὸν ῥεπούδιον. ἐληλύθαμεν τοίνυν ὁμολογοῦντες μηδένα λόγον ἔχειν μήτε ἕξειν πρὸς ἀλλήλους ἀπεντεῦθεν ἤδη τοῦ λοιποῦ περὶ οἱουδήποτε πράγματος ἐγγράφου ἢ ἀγράφου, ἀκρίτου ἢ κεκριμμένου μήτε περὶ γάμου συναφείας καὶ τούτου ἕδνων καὶ προικῴων καὶ ἀναλωμάτων γάμου μήτε μὴν περὶ σκευῶν συνεισηνεγμένων ἀλλήλοις παρʼ ἀλλήλων μήτε περὶ ἄλλου τινὸς πώποτε πράγματος τὸ σύνολον ἀλλὰ καὶ παραχωρῶ ἐγὼ ἀπεντεῦθεν ὁ προγεγραμμένος Θεόδωρος τοῖς κοινοῖς γενομένοις μετʼ ἀλλήλων μέχρι τῆς δεῦρο τέκνοις ἅμα τῷ ἐν γαστρὶ βρέφειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.