no image
DDbDP-text
Contrat de divorce via HGV-meta
Linked by Trismegistos ID
TM 18439.
Each record below describes this same ancient text from a different angle.
τρίτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους ἑκόντες τὴν ἔγγραφον δισσὴν ὁμότυπον ὁμολογίαν, δύναμιν ἔχουσαν ῥεπουδίου καὶ ἀποζυγῆς καὶ διαλύσεως, ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρηλία Λ θυγάτηρ τοῦ τῆς εὐλαβοῦς μνήμης , ἐκ μητρὸς Τεκύσιας, μετὰ συνεστῶτος ἐμοῦ παρόντος καὶ συνευδοκοῦντος αὐτῇ ἐν ταύτῃ τῇ διαλυτικῇ ὁμολογίᾳ ὡς ἑξῆς δηλοῦται, ἐκ δὲ θατέρου μέρους Αὐρήλιος υἱὸς αμμωνος, ἐκ μητρὸς ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς Ἀντινοέων πόλεως, ἀλλήλοις δὲ ὁμολογοῦσιν τὰ ἐφεξῆς ἐπὶ λέξεως οὕτως. πρώην συνήφθημεν ἀλλήλοις ἐπὶ γάμου νομίμου καὶ κοινοῦ βίου συνοικεσίου ἁρμονίαν τε καὶ κοινωνίαν, ἐπὶ χρησταῖς ἐλπίσι καὶ γνησίων τέκνων ἀγαθῇ σπορᾷ, οἰόμενοι ἐκτελέσαι μετʼ ἀλλήλων εἰρηνικὸν σεμνὸν συνοικέσιον ἐφʼ ὅλον τὸν τῆς ἐξάμφοιν ζωῆς χρόνον· ἔκ τε τῶν ἐναντίων οὐκ ἴσμεν πόθεν παρὰ προσδοκίαν πεπόνθαμεν ἐκ σκαιοῦ πονηροῦ δαίμονος ἐπεμβρίσαντος ἡμᾶς τοῦ ἀπʼ ἀλλήλων χωρισθῆναι τοῦ αὐτοῦ κοινοῦ συνοικεσίου, κατὰ τούτου εἰς τὴν παροῦσαν ἔγγραφον πρὸς ἀλλήλους ἀποζυγὴν ἐληλύθαμεν, διʼ ἧς ὁμολογοῦντες μηδένα τοῦ λοιποῦ λόγον ἔχειν πρὸς ἀλλήλους μήτε ἕξειν, ἀπὸ τοῦ νῦν ἐπὶ τὸν παντελῆ χρόνον, διὰ τὸ ἡμᾶς ἀπεντεῦθεν ἤδη διαλελῦσθαι καὶ ἀπηλλάχθαι πρὸς ἀλλήλους τὸ καθάπαξ, περί τε γάμου συναφείας καὶ ἀναλώματος τούτου καὶ προικὸς καὶ γαμικῶν ἕδνων καὶ σκευῶν συνεισενηνεγμένωνσυνεισηνεγμένων ἀλλήλοις παρʼ ἀλλήλων, καὶ πεπληρῶσθαι τούτων ἁπάντων. καὶ ἐξέσται ἑκατέρῳ μέρει ἡμῶν ἑτέρῳ γάμῳ ὁμιλῆσαι ἀκωλύτως καὶ ἀνεγκλήτως ἐπάναγκες. καὶ εἰ βουληθείη τις ἐξ ἡμῶν πώ ποτε ἐνάξαι τῷ ἑτέρῳ περὶ οἵου δήποτε πράγματος ἐγγράφου ἢ ἀγράφου, ἀκρίτου ἢ κεκριμένουκεκριμμένο ἐν δικαστηρίῳ οἵῳ δήποτε ἢ ἐκτὸς δικαστηρίου μικροῦ ἢ μεγάλου, ἐπιχωρίου ἢ ὑπερορίου, παρέξει ὁ μὴ ἐμμένων τῷ ἐμμένοντι μέρει χρυσοῦ νομίσματα ἓξ εὔσταθμα, μετὰ καὶ τοῦ αὐτὸν ἄκοντα ἐμμεῖναι πᾶσι τοῖς ἐγγεγραμμένοις συμφώνοις τῇ παρούσῃ ἀποζυγῇ, ἧς τὸ γράμμα κύριον ἔσται βέβαιον πανταχοῦ προφερόμενον, μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ μαρτύρων, παρʼ ὧν ἐρωτηθέντες ὡμολογήσαμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.