no image
DDbDP-text
Contract of divorce via HGV-meta
Linked by Trismegistos ID
TM 19729.
Each record below describes this same ancient text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰω νίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Ἐπεὶφ εἰκάδιεἰκὰς πρώτῃ τρίτης ἰνδικτίονος, ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. ταύτην τιθέμεθα καὶ ποιούμεθα πρὸς ἑαυτοὺς τὴν ἔγγραφον διάλυσιν ἤτοι δίεσινδίαισινδιαυσιν δισσὴν ὁμότυπον γραφεῖσαν ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Μαθίας υἱὸς Φοιβάμμονος ἐκ μητρὸς Ἑλένης πολυκωπίτης, ἐκ δὲ θατέρου μέρους Αὐρηλία Κύρα θυγάτηρ Ἰωάννου ἐκ μητρὸς Τανόης ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς Ἀντινοέων πόλεως. ὁμολογοῦμεν ἀλλήλοις τὰ ὑποτεταγμένα ἐπειδὴεπιδη πρώην συνήφθημεν ἀλλήλοις πρὸς ἐννόμου γάμου καὶ βίου κοινωνίαν ἐπὶ χρησταῖςχρυσταῖςχρησταις ἐλπίσιν καὶ τέκνων σποραῖςσπορας, νῦν δὲ διαφορᾶς ἡμῖν γενομένης ἐκ σκαιοῦ δαίμονος ἀπεζύγημεν πρὸς ἀλλήλους. κατὰ τοῦτο εἰς ταύτην ἐληλύθαμεν πρὸς ἑαυτοὺς τὴν ἔγγραφον διάλυσιν. ὁμολογοῦμεν καὶ ὁμολογεῖ ἕκαστον πρόσωπον ἀπειληφέναι τὰ ἴδια ἐκ πλήρους, μηδένα λόγον ἔχειν μήδε ἕξειν πρὸς ἀλλήλους μὴ περὶ σκευῶν ἢ εἰδῶν, μὴ περὶ ἕδνων μὴ περὶ συνβιώσεως, μὴ περὶ ἄλλου οἱουδήποτε πράγματος τὸ σύνολον μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, νοηθέντος ἢ μὴ νοηθέντος, εἰς νοῦν ἐλθόντος ἢ μὴ ἐλθόντος, ἐνταγέντος ἢ μὴ ἐνταγέντος καὶ μὴ ἐγκαλεῖν ἀλλήλοις μήτεμηδε ἐγκαλέσεινεγκαλησειν πώποτε μὴ ἐν δικαστηρίῳ οἱῳδήποτε ἢ ἐκτὸς δικαστηρίου διὰ τὸ ἁπαξαπ λῶς ἡμᾶς ἀπηλλάχθαιαπηλλαθαι καὶ πεπληρῶσθαι καὶ διαλελύσθαιδιαλελυσθε πρὸς ἀλλήλους, ἐξεῖναι δὲ ἑκατέρῳ ἡμῶν ἑτέρῳ γάμῳ προσομιλεῖνπροσομειλεῖνπροσομηλειν εἰ βουληθείη ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἀνεγκλήτωςἀνεγκλύτωςανεγκλητως καὶ ἐπὶ τούτοις πᾶσι ἑκάτερον μέρος ἐπωμόσαντουπωμοσαντο τὸν φρικωδέστατον ὅρκον ἐμμεῖναι πᾶσι τοῖς ἐγγεγραμμένοιςεγγργραμμενοις καὶ κατὰ μηδένα τρόπον παραβῆναι καὶ εἴ τις ἐξ ἡμῶν παραβῆναι τὰ ἐγγεγραμμένα ὁμολογεῖ τὸ παραβαίνον μέρος τῷ ἐμμένοντι μέρει λόγῳλόγου προστίμου χρυσοῦ νομισμάτια δύο ἔργῳ καὶ δυνάμειλυναμει ἀπαιτούμενα καὶ καταβαλλόμενα μετὰ τοῦ καὶ οὕτως ἐρρῶσθαιερωσθαι ταύτην τὴν διάλυσιν διὰ παντὸς ἥνπερ ἐθέμεθα πρὸς ἀλλήλους κυρίαν οὖσαν καὶ βεβαίαν καὶ εἰς πάντα ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔδοξεν δὲ καὶ μεταξὺ ἡμῶν ὅτι εἰ σωθείη καὶ τεχθείη τὸ βρέφος τὸ τῆς προγεγραμμένης Κύρας ἐπὶ τῷ τὸν γεγραμμένον Μαθείαν πολυκωπίτην δοῦναι ὑπὲρ ἀναλώματος τῆς αὐτῆς λοχείας αὐτῆς χρυσοῦ κεράτια ἓξ δίχα κρίσεως καὶ δίκης καὶ λαβεῖν τὸν πατέρα αὐτοῦ τὸ μικρὸν παιδίον .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.