no image
DDbDP-text
Divorzio via HGV-meta
Linked by Trismegistos ID
TM 23587.
Each record below describes this same ancient text from a different angle.
χμγ θ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Θὸθ ὀγδόῃ τρίτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους τὴν ἀντισύγγραφοναν ἔγγραφον κοινὴν ὁμολογίαν τῆς δισσῆς ὁμοτύπου γραφείσης ἀποζυγῆς καὶ διέσεωςδιαίσεωςδιαιρέσεωσ τοῦδετούτου τοῦ ῥεπουδίου ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρηλία Ἀμαρεσία θυγάτηρ Προουτος τοῦ πραγματευτοῦ ἐκ μητρὸς Φανείας ὁρμωμένη ἀπὸ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων ἐκ δὲ θατέρου μέρους Αὐρήλιος Θεόδωρος υἱὸς Γεωργίου ἐκ μητρὸς Νόννας μίσθιος μάγκιψ ὁρμώμενος ἀπὸ τῆς αὐτῆς Ἀντινόου πόλεως ἀλλήλοις τὰ ἐφεξῆς ἐπὶ λέξεως οὕτως· πρώην συνήφθημεν ἀλλήλοις πρὸς γάμου καὶ βίου κοινωνίαν ἐπὶ χρησταῖς ἐλπίσι καὶ τέκνων γνησίων ἀγαθῇ σπορᾷ οἰόμενοι μὲν τὸμετὰ ἀλλήλων ἐκτελέσαι εἰρηνικὸν σεμνὸν συνοικέσιον ἐφʼ ὅλον τὸν τῆς ἐξ ἀμφοῖν ζωῆς χρόνον· ἐκ δὲτὲ τῶν ἐναντίων οὐκ ἴσμεν πόθεν παρὰ προσδοκίαν ἐκ σκαιοῦ πονηροῦ δαίμονος πεπόνθαμεν ἐπεμβρίσαντος ἡμᾶς τοῦ ἀπʼ ἀλλήλων χωρισθῆναι· κατὰ τοῦτο εἰς τὸ παρὸν ῥεπούδιον ἐληλύθαμεν τοίνυν ὁμολογοῦντες μηδένα λόγον ἔχειν μήτε ἕξειν πρὸς ἀλλήλους ἀπεντεῦθεν ἤδη τοῦ λοιποῦ περὶ οἱουδήποτε πράγματος ἐγγράφου ἢ ἀγράφου ἀκρίτου ἢ κεκριμένουκεκριμμένου μήτε περὶ γάμου συναφείας καὶ τούτου ἕδνων καὶ προικῴων καὶ ἀναλωμάτων γάμου μήτε μὴν περὶ σκευῶν συνεισηνεγμένων ἀλλήλοις παρʼ ἀλλήλων μήτε περὶ ἄλλου τινὸς πώποτε πράγματος τὸ σύνολον, ἀλλὰ καὶ παραχωρῶ ἐγὼ ἀπεντεῦθεν ὁ προγεγραμμένος Θεόδωρος τοῖς κοινοῖς γενομένοις μετʼ ἀλλήλων μέχρι τῆς δεῦρο τέκνοις ἅμα τῷ ἐν γαστρὶ βρέφει τὴν οἰκητικήν μου οἰκίαν μετὰ παντὸς αὐτῆς τοῦ δικαίου καὶ τῶν ἐν αὐτῇ προσηκόντων μοι πραγμάτων παρὲξ τῆς στρώμνης μου καὶ τῶν ἐμῶν ἐσθημάτων καὶ ὁμολογοῦμεν ἐξεῖναι ἑκατέρῳ μέρει ἡμῶν ἡνίκα ἐὰν βουληθείη ἑτέρῳ γάμῳ ὁμιλῆσαι ἀκωλύτωςἀκολύτως καὶ ἀνεγκλήτως ἐπάναγκες, μὴ δυναμένου τινὸς ἡμῶν καθʼ οἱον δήποτε τρόπον ἢ χρόνον ἢ τόπον ἐξ οἱασδήποτε αἰτίας ἐνάξαι τῷ ἑτέρῳ ἐν δικαστηρίῳ οἱω δήποτε ἢ ἐκτὸς δικαστηρίου περί τινος πράγματος τὸ σύνολον διὰ τὸ ἡμᾶς ἐντεῦθεν ἤδη ἀπηλλάχθαιἐξηλλάχθαι πρὸς ἀλλήλους καὶ διαλελύσθαι ἐντόνως καὶ τελείως καὶ εἰ τολμήσει τις ἐξ ἡμῶν ἐνάξαι τῷ ἑτέρῳ παρέξει λόγῳ προστίμου χρυσοῦ νομίσματα ἓξ εὔσταθμα μετὰ καὶ τοῦ αὐτὸν ἄκοντα ἐμμεῖναι πᾶσι τοῖς προγεγραμμένοις ἐφʼ οἷς ἐρωτηθέντες ὡμολογήσαμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.