no image
DDbDP-text
Acknowledgement of debt via HGV-meta
Linked by Trismegistos ID
TM 19716.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαυίου Οὐιταλιανοῦ τοῦ λαμπροτάτου Μεσορὴ ιη τεσσαρεσκαιδεκάτης ἰνδικτίονος. Αὐρήλιος Βησαρίων ἐκ πατρὸς Διοσκόρου ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ υἱῷ Μουσαίου ἐλαιουργῷ ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν ὑπὲρ ἀνακομιδῆς τοῦ προτέρου χειρογράφου μεταξὺ σοῦ καὶ τοῦ ἐμοῦ ἀδελφοῦ γεγραμμένου σοι παρʼ ἐμοῦ καὶ αὐτοῦ ὑπὲρ τοῦ χρέους τοῦ μακαριωτάτου μου πατρὸς Διοσκόρου καὶ Ἑρμαουῶτος θείου μου πρὸς μητρὸς χρεωστη θέντος σοι παρʼ αὐτῶν περιόντων σίτου ἀρτάβας τεσσεράκοντα καὶ ὑπὲρ λόγου ἀποδόσεως τῶν δοθέντων μοι παρεντογραφέν τος σίτου ἀρτάβας ἓξ γίνονται ὁμοῦ σίτου ἀρτάβαι μϛ καὶ ταύτας χειρόγραφον Βησαρίωνος καὶ Ἀπολλῶτος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.