no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19857.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος ὑμῖν τοῖς ἀπὸ κώμης Ἀφροδιτώ. παράσχετε λόγῳ φιλοκαλείας καράβων καὶ ἀκατηναρίωνἀκατίων καὶ δρομοναρίων ὄντων ἐν τῇ νήσῳ Βαβυλῶνος ὑπὸ Ἀβδελαλε υἱοῦ Ἀβι Ἀχιμ ἐπικειμένου ἐπὶ τῆς παρούσης ἰνδικτίονος η, κούρσου δὲ ἰνδικτίονος θ τεχνίτας δ τέσσαρας μετὰ δαπάνης μηνῶν γ οὕτως· ναυπηγοὶ β δύο ἐκ νομισμάτων β τοῦ μηνὸς τέκτονα α ἕνα τοῦ μηνὸς νόμισμα α γ καλαφάτην α ἕνα τοῦ μηνὸς νόμισμα α 𐅵 καὶ ἐὰν δώσητε ἀπαργυρισμὸν παράσχετε ὑπὲρ μισθοῦ καὶ δαπάνης αὐτῶν ὡς ἀνωτέρω ἐμφέρεται μόνον. ἐγράφη μηνὸς Ἁθὺρ ϛ ἰνδικτίονος η γίνονται ναυπηγοὶ β νομίσματα ιβ τέκτων α νομίσματα δ καλαφάτης α νομίσματα δ 𐅵Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.