no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19802.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ Θεοῦ Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτὼ περιγύρευσαι μαθεῖνμαθῖν τὸν τύπον ὃν ἐξεθέμεθα ἕνεκε τῆς ἀποστροφῆς τῶν φυγάδων τοῦ Ἀρσινοίτου εἰ μέντοι συνιεῖς. ἤδη γὰρ ὡς γινώσκεις γεγραφήκαμέν σοι περὶ τούτων καὶ μέχρι τῆς δεῦρο τινὰ ἐξ αὐτῶν οὐκ ἐπέμψας διʼ ἣν αἰτίαν ἀγνοοῦμεν . ἔσῃ οὖν ἐπιστάμενος ὡς ἐὰν φανείης παραμελήσας τι τὸ καθόλου ἐκ τῆς ἐπιτροπῆς ἡμῶν ἢ καὶ εὕρομέν τινα ἐν τῇ διοικήσει σου ἐξ ὧνπερ γεγραφήκαμέν σοι ἀποστεῖλαι συνέφερέν σοι μὴ γεννηθῆναι ὅλως μήτε φανῆναι ἐν τοῖς ζῶσιν. λοιπὸν διαμάρτυραι τοὺς τῆς διοικήσεώς σου ἐμπόνωςἐπόνως χάριν τῶν αὐτῶν φυγάδων τοῦ Ἀρσινοίτου. οὔτε γὰρ ἔχει συγγνώμην οὔτε παραχώρησίν τις ἐξ ὑμῶν ἐὰν εὑρεθῇ ἐν τούτῳ τῷ χωρίῳ ἢ μελικω ἢ αὐλῇ πωμβρυ τις ὡς εἴρηται ἐκ τῶν ὁρισθέντων ἀποστραφῆναι φυγάδων τοῦ Ἀρσινοίτου. λοιπὸν ὡς λέλεκται παραφυλαττόμενος παραφύλαξαι τὴν ψυχήν σου σὺν τῶν τῆς διοικήσεώς σου κατὰ γὰρ τῶν παρόντων ἡμῶν γραμμάτων κελεύσει Θεοῦ πέμπομεν ἀπόστολον ἡμῶν ὀφείλοντα μετὰ πάσης ἀκριβείας καταψηλαφῆσαι ἕνεκε τῶν τοιούτων φυγάδων ὅπου δʼ ἄν εἰσιν καὶ ἀπολεῖταιἀπωλλε͂ται ὁ φαινόμενος ἔχειν τινὰ ἐκ τῶν θεματισθέντων ἀποστραφῆναι φυγάδων τοῦτʼ ἔστι ἐγράφη μηνὸς ἰνδικτίονος η Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης ἈφροδιτώSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.